Kitap 20
16
ἐξ ἐκείνου τε πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ παρέμεινεν ἡ ἐξουσία μέχρι τῆς τοῦ πολέμου τελευτῆς. καὶ δὴ ὁ Ἡρώδης μεθίστησιν τῆς ἀρχιερωσύνης τὸν ἐπικαλούμενον Κανθήραν Ἰωσήπῳ τῷ Καμεὶ ἀντʼ ἐκείνου τὴν διαδοχὴν τῆς τιμῆς παρασχόμενος.
17
Κατὰ τοῦτον δὲ τὸν καιρὸν τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων ἔθη τὸν βίον μετέβαλον διὰ τοιαύτην αἰτίαν·
18
Μονόβαζος ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι τῇ πρὸς γάμου κοινωνίᾳ ἄγεται καὶ κατέστησεν ἐγκύμονα. συγκαθεύδων δέ ποτε τῇ γαστρὶ τῆς γυναικὸς τὴν χεῖρα προσαναπαύσας ἡνίκα καθύπνωσεν, φωνῆς τινος ἔδοξεν ὑπακούειν κελευούσης αἴρειν ἀπὸ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος θεοῦ προνοίᾳ καὶ ἀρχῆς τυχὸν καὶ τέλους εὐτυχοῦς τευξόμενον.
19
ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς εὐθὺς διεγερθεὶς ἔφραζε τῇ γυναικὶ ταῦτα, καί γε τὸν υἱὸν Ἰζάτην ἐπεκάλεσεν.
20
ἦν δὲ αὐτῷ Μονόβαζος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης γενόμενος ἄλλοι τε παῖδες ἐξ ἑτέρων γυναικῶν. τὴν μέντοι πᾶσαν εὔνοιαν ὡς εἰς μονογενῆ τὸν Ἰζάτην ἔχων φανερὸς ἦν.
21
φθόνος δὲ τοὐντεῦθεν τῷ παιδὶ παρὰ τῶν ὁμοπατρίων ἀδελφῶν ἐφύετο κἀκ τούτου μῖσος ηὔξετο λυπουμένων ἁπάντων, ὅτι τὸν Ἰζάτην αὐτῶν ὁ πατὴρ προτιμῴη.