Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

11 Κλαύδιος Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν.
12 Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφʼ ᾗ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς ὁ κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν.
13 συγκατεθέμην δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ ὑμᾶς γινώσκω σπουδήν ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους.
14 ἔγραψα δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ ʼμῷ ἐπιτρόπῳ. οἱ τὰ γράμματα κομίζοντες Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου. ἐγράφη πρὸ τεσσάρων καλανδῶν ἐπὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ.
15 Ἠιτήσατο δὲ καὶ Ἡρώδης, ὁ ἀδελφὸς μὲν Ἀγρίππα τοῦ τετελευτηκότος, Χαλκίδος δὲ τὴν ἀρχὴν κατὰ τὸν χρόνον ἐκεῖνον πεπιστευμένος, Κλαύδιον Καίσαρα τὴν ἐξουσίαν τοῦ νεὼ καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν, πάντων τε ἐπέτυχεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi