Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

244 ἔτει δὲ τρίτῳ τῆς βασιλείας καὶ πρὸς μησὶν τοῖς ἴσοις Πομπήιος ἐλθὼν καὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν κατὰ κράτος ἑλὼν αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψεν, τῷ δʼ Ὑρκανῷ πάλιν τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψεν, διάδημα δὲ φορεῖν ἐκώλυσεν.
245 ἦρξεν δὲ πρὸς τοῖς ἐννέα τοῖς πρώτοις ὁ Ὑρκανὸς τέσσαρα καὶ εἴκοσιν. Βαζαφράνης δὲ καὶ Πάκορος οἱ τῆς Παρθυηνῆς δυνάσται διαβάντες τὸν Εὐφράτην καὶ πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίᾳ συνέλαβον, τὸν Ἀριστοβούλου δὲ υἱὸν Ἀντίγονον κατέστησαν βασιλέα.
246 τρία δʼ ἔτη καὶ τρεῖς μῆνας ἄρξαντα τοῦτον Σόσσιός τε καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δʼ ἀνεῖλεν εἰς τὴν Ἀντιόχειαν ἀναχθέντα.
247 Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσιν πλὴν ἑνὸς Ἀριστοβούλου τὴν τιμὴν ἀπένεμεν.
248 τὸν δʼ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος υἱωνὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. εἶτα φοβηθείς, μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἱεριχοῖ πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν.
249 μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἱερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi