Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 20

178 οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ προύχοντες κατὰ τὴν ἀξίωσιν δείσαντες περὶ ἑαυτῶν παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι τῇ σάλπιγγι καὶ φείσασθαι τὸ λοιπὸν αὐτῶν δοῦναί τε μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις. καὶ Φῆλιξ ἐπείσθη.
179 Κατὰ τοῦτον τὸν καιρὸν ὁ βασιλεὺς Ἀγρίππας δίδωσιν τὴν ἀρχιερωσύνην Ἰσμαήλῳ· Φαβεῖ παῖς οὗτος ἦν.
180 ἐξάπτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολυμιτῶν, ἕκαστός τε αὐτῶν στῖφος ἀνθρώπων τῶν θρασυτάτων καὶ νεωτεριστῶν ἑαυτῷ ποιήσας ἡγεμὼν ἦν, καὶ συρράσσοντες ἐκακολόγουν τε ἀλλήλους καὶ λίθοις ἔβαλλον. ὁ δʼ ἐπιπλήξων ἦν οὐδὲ εἷς, ἀλλʼ ὡς ἐν ἀπροστατήτῳ πόλει ταῦτʼ ἐπράσσετο μετʼ ἐξουσίας.
181 τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε καὶ πέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας τοὺς ληψομένους τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, καὶ συνέβαινεν τοὺς ἀπορουμένους τῶν ἱερέων ὑπʼ ἐνδείας τελευτᾶν. οὕτως ἐκράτει τοῦ δικαίου παντὸς ἡ τῶν στασιαζόντων βία.
182 Πορκίου δὲ Φήστου διαδόχου Φήλικι πεμφθέντος ὑπὸ Νέρωνος οἱ πρωτεύοντες τῶν τὴν Καισάρειαν κατοικούντων Ἰουδαίων εἰς τὴν Ῥώμην ἀναβαίνουσιν Φήλικος κατηγοροῦντες, καὶ πάντως ἂν ἐδεδώκει τιμωρίαν τῶν εἰς Ἰουδαίους ἀδικημάτων, εἰ μὴ πολλὰ αὐτὸν ὁ Νέρων τἀδελφῷ Πάλλαντι παρακαλέσαντι συνεχώρησεν μάλιστα δὴ τότε διὰ τιμῆς ἄγων ἐκεῖνον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi