Kitap 20
Ὡς Κλαύδιος Καῖσαρ μετὰ τὴν Ἀγρίππου τελευτὴν Φᾶδον ἔπεμψεν εἰς Ἰουδαίαν ἐπίτροπον.
στάσις Φιλαδελφηνῶν πρὸς τοὺς ἐν τῇ Περαίᾳ κατοικοῦντας Ἰουδαίους περὶ ὅρων κώμης μιᾶς, καὶ ὡς ὑπὸ τούτων πολλῶν ἀναιρεθέντων Φιλαδελφηνῶν Φᾶδος ἀγανακτήσας τῶν Περαϊτῶν Ἰουδαίων τοὺς πρώτους τρεῖς ἄνδρας λαβὼν ἀπέκτεινεν.
ὡς Θολεμαῖος ὁ ἀρχιλῃστὴς τοὺς Ἄραβας λῃστεύων ληφθεὶς καὶ ἐπὶ Φᾶδον ἀχθεὶς ἀνῃρέθη.
ὡς Φᾶδος καὶ Κάσσιος Λογγῖνος ὁ τῆς Συρίας ἡγεμὼν ἀναβάντες εἰς Ἱεροσόλυμα τοῖς πρώτοις τῶν Ἰουδαίων ἐκέλευσαν τὸν ποδήρη καὶ τὴν ἱερὰν στολὴν ἐν τῇ Ἀντωνίᾳ καταθέσθαι ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ καὶ πρότερον ἦν.
παράκλησις ἐπὶ τούτῳ τῶν Ἰουδαίων πρὸς Φᾶδον καὶ Λογγῖνον ἀξιούντων αὐτοὺς ἐπιτρέψαι πέμψαι πρεσβείαν πρὸς Καίσαρα Κλαύδιον περὶ τούτου.
5
ὡς Φᾶδος λαβὼν ὁμήρους ἐπέτρεψεν.
ὡς Κλαύδιος Καῖσαρ παρακληθεὶς ὑπ' Ἀγρίππα τοῦ νεωτέρου συνεχώρησεν τοῖς Ἰουδαίοις τὰ αἰτήματα καὶ πρὸς Φᾶδον ἔγραψε περὶ τούτων.
ὃν τρόπον Ἑλένη ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς καὶ οἱ παῖδες αὐτῆς Μονόβαζος καὶ Ἰζάτης καὶ τὸ πᾶν γένος αὐτῶν ἐζήλωσαν τὰ Ἰουδαίων ἔθη.
ὡς Ἡρώδου τελευτήσαντος τοῦ τῆς Χαλκίδος βασιλέως Ἀγρίππας ὁ νεώτερος τὴν ἀρχὴν ἔλαβεν δόντος αὐτῷ Κλαυδίου Καίσαρος.
ὡς Τιβέριος Ἀλέξανδρος ἐπίτροπος εἰς Ἰουδαίαν ἐλθὼν τοὺς υἱοὺς Ἰούδα τοῦ Γαλιλαίου τὸν ὄχλον ἀπατῶντας ἐκόλασεν.
10
περὶ τοῦ λιμοῦ τοῦ γενομένου κατὰ τὴν χώραν.
Κουμάνου ἄφιξις εἰς τὴν Ἰουδαίαν ἐπιτρόπου πεμφθέντος ὑπὸ Καίσαρος.
ὡς ἐπὶ τούτου πολλοὶ τῶν Ἰουδαίων κατὰ τὸ ἱερὸν ἀπώλοντο.
στάσις Ἰουδαίων πρὸς Σαμαρεῖς καὶ ὡς πολλοὶ διεφθάρησαν τῶν Σαμαρειτῶν.
ὡς Μόδιος Κουαδρᾶτος ὁ τῆς Συρίας ἡγεμὼν ἀκούσας ταῦτα καὶ ἀναβὰς εἰς Ἰουδαίαν τοὺς πρώτους τῶν Ἰουδαίων καὶ Σαμαρειτῶν ἐκέλευσεν εἰς Ῥώμην ἀναβῆναι, ὁμοίως καὶ Κούμανον τὸν ἐπίτροπον καὶ Κέλερα τὸν χιλίαρχον λόγον ὑφέξοντας Κλαυδίῳ Καίσαρι περὶ τῶν πεπραγμένων, τινὰς δὲ καὶ Ἰουδαίων αὐτὸς ἐκόλασεν.
15
ὡς Κλαύδιος ἀκούσας αὐτῶν τοὺς μὲν Ἰουδαίους τῆς αἰτίας ἀπέλυσεν παρακληθεὶς ὑπὸ βασιλέως Ἀγρίππα, Κούμανον δὲ ἐξώρισε, Κέλερα δὲ τὸν χιλίαρχον καὶ τοὺς πρώτους τῶν Σαμαρειτῶν ἐκόλασεν.
ὡς Φῆλιξ ἐπίτροπος πεμφθεὶς καὶ καταλαβὼν τὴν χώραν κεκακωμένην ὑπὸ τῶν λῃστῶν προυνοήσατο διαφθείρας αὐτοὺς εἰρήνην ἐν τῇ χώρᾳ καταστῆσαι, τὸν δὲ πρῶτον τῶν λῃστῶν Ἐλεάζαρον ὄνομα δήσας εἰς Ῥώμην ἀνέπεμψεν.
ὡς ἐπιδημήσαντος Αἰγυπτίου τινὸς γόητος καὶ πολλῶν Ἰουδαίων ὑπ' αὐτοῦ πλανηθέντων Φῆλιξ ἐπεξελθὼν αὐτοῖς πολλοὺς ἀπέκτεινεν.
ὡς στασιάζοντας Ἰουδαίων τοὺς πρώτους ἐν Καισαρείᾳ πρὸς τοὺς Σύρους Φῆλιξ ὁ ἐπίτροπος ἔπαυσεν.
ὃν τρόπον Κλαυδίου τελευτήσαντος Νέρων τὴν ἀρχὴν διεδέξατο.
20
ὡς Πορκίου Φήστου πεμφθέντος εἰς Ἰουδαίαν ἐπιτρόπου συνέβη κακωθῆναι τὴν χώραν ὑπὸ τῶν σικαρίων.
περὶ τῆς στοᾶς τοῦ ἔσωθεν ἱεροῦ καὶ ὃν τρόπον ὕψωσαν αὐτὴν οἱ Ἰουδαῖοι.
ὡς Φῆστος ἀγανακτήσας ἐπὶ τούτῳ τοὺς πρώτους τῶν Ἰουδαίων εἰς Ῥώμην ἔπεμψεν πρὸς Νέρωνα πείσοντας αὐτὸν περὶ τῶν πεπραγμένων.
ὡς τελευτήσαντος Φήστου ἐν τῇ Ἰουδαίᾳ Ἀλβῖνος ἦλθεν διάδοχος.
ὡς ἐπὶ τούτου ἐπαύσαντο οἱ σικάριοι τὴν χώραν κακοποιεῖν.
25
ὡς Φλῶρος ἐλθὼν Ἀλβίνῳ διάδοχος τοσαῦτα διέθηκε τοὺς Ἰουδαίους κακά, ὡς ἀναγκάσαι αὐτοὺς ἐφ' ὅπλα χωρῆσαι.
περὶ Ἰωσήπου καὶ γένους αὐτοῦ καὶ πολιτείας.
περιέχει ἡ βίβλος χρόνον ἐτῶν κϛ.
Τελευτήσαντος δὲ τοῦ βασιλέως Ἀγρίππα, καθὼς ἐν τῇ πρὸ ταύτης ἀπηγγέλκαμεν βίβλῳ, πέμπει Μάρσῳ διάδοχον Κλαύδιος Καῖσαρ Κάσσιον Λογγῖνον, μνήμῃ τῇ τοῦ βασιλέως τοῦτο χαριζόμενος, πολλὰ διὰ γραμμάτων ὑπʼ αὐτοῦ περιόντος ἀξιωθεὶς μηκέτι Μάρσον τῶν κατὰ τὴν Συρίαν πραγμάτων προΐστασθαι.
Φᾶδος δὲ ὡς εἰς τὴν Ἰουδαίαν ἐπίτροπος ἀφίκετο, καταλαμβάνει στασιάσαντας τοὺς τὴν Περαίαν κατοικοῦντας Ἰουδαίους πρὸς Φιλαδελφηνοὺς περὶ ὅρων κώμης μιᾶς λεγομένης πολεμίων ἀνδρῶν ἀνάπλεω· καὶ δὴ οἱ τῆς Περαίας χωρὶς γνώμης τῆς τῶν πρώτων παρʼ αὐτοῖς ἀναλαβόντες τὰ ὅπλα πολλοὺς τῶν Φιλαδελφηνῶν διαφθείρουσιν.
ταῦτα πυθόμενον τὸν Φᾶδον σφόδρα παρώξυνεν, ὅτι μὴ τὴν κρίσιν αὐτῷ παραλίποιεν, εἴπερ ὑπὸ τῶν Φιλαδελφηνῶν ἐνόμιζον ἀδικεῖσθαι, ἀλλʼ ἐφʼ ὅπλα χωρήσειαν.
λαβὼν οὖν τρεῖς τοὺς πρώτους αὐτῶν τοὺς καὶ τῆς στάσεως αἰτίους δῆσαι προσέταξεν, εἶτα τὸν μὲν αὐτῶν ἀνεῖλεν, Ἀννίβας δʼ ἦν ὄνομα τούτῳ, Ἀμαράμῳ δὲ καὶ Ἐλεαζάρῳ τοῖς δυσὶ φυγὴν ἐπέβαλεν.
ἀναιρεῖται δὲ καὶ Θολομαῖος ὁ ἀρχιλῃστὴς μετʼ οὐ πολὺν χρόνον ἀχθεὶς ἐπʼ αὐτὸν διατεθεικὼς μέγιστα κακὰ τὴν Ἰδουμαίαν καὶ τοὺς Ἄραβας, ἐκαθάρθη τε λῃστηρίων ἅπασα τοὐντεῦθεν Ἰουδαία προνοίᾳ καὶ φροντίδι τῇ Φάδου·
ὃς δὴ καὶ τότε μεταπεμψάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς πρώτους τῶν Ἱεροσολυμιτῶν παρῄνεσεν αὐτοῖς τὸν ποδήρη χιτῶνα καὶ τὴν ἱερὰν στολήν, ἣν φορεῖν μόνος ὁ ἀρχιερεὺς ἔθος ἔχει, εἰς τὴν Ἀντωνίαν, ἥπερ ἐστὶ φρούριον, καταθέσθαι κεισομένην ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ δὴ καὶ πρότερον ἦν.
οἱ δὲ ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δʼ ὅμως τόν τε Φᾶδον καὶ τὸν Λογγῖνον, ἀφίκετο γὰρ καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος δύναμιν φόβῳ τοῦ μὴ τὰ προστάγματα Φάδου τὸ πλῆθος τῶν Ἰουδαίων νεωτερίζειν ἀναγκάσῃ, πρῶτον μὲν αὐτοῖς ἐπιτρέψαι πρέσβεις ὡς Καίσαρα πέμψαι τοὺς αἰτησομένους παρʼ αὐτοῦ τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, εἶτα δὲ περιμεῖναι μέχρις ἂν γνῶσιν, τί πρὸς ταῦτα Κλαύδιος ἀποκρίναιτο.
οἱ δὲ ἐπιτρέψειν αὐτοῖς ἔφασαν ἀποστεῖλαι τοὺς πρέσβεις, εἰ λάβοιεν τοὺς παῖδας ὁμηρεύσοντας. ὑπακουσάντων δʼ ἑτοίμως ἐκείνων καὶ δόντων ἐξεπέμφθησαν οἱ πρέσβεις.
παραγενομένων δὲ εἰς τὴν Ῥώμην αὐτῶν γνοὺς ὁ νεώτερος Ἀγρίππας ὁ τοῦ τετελευτηκότος παῖς, καθʼ ἣν ἥκουσιν αἰτίαν, ἐτύγχανεν δὲ ὢν παρὰ Κλαυδίῳ Καίσαρι, καθὼς καὶ πρότερον εἴπομεν, παρακαλεῖ τὸν Καίσαρα συγχωρῆσαι τοῖς Ἰουδαίοις ἅπερ ἠξίουν περὶ τῆς ἱερᾶς στολῆς καὶ Φάδῳ περὶ τούτων ἐπιστεῖλαι.
Καλέσας δὲ Κλαύδιος τοὺς πρέσβεις ἔφη ταῦτα συγχωρεῖν καὶ ἐκέλευεν αὐτοὺς Ἀγρίππᾳ χάριν εἰδέναι, ταῦτα γὰρ ἐκείνου ποιεῖν ἀξιώσαντος, ἐπί τε ταῖς ἀποκρίσεσιν τοιαύτην ἐπιστολὴν ἔδωκεν·
Κλαύδιος Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν.
Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφʼ ᾗ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς ὁ κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν.