Kitap 2
καὶ ὁ μὲν ἑτοίμους ἔχων ἤδη τοὺς Ἑβραίους πρὸς τὴν ἔξοδον καὶ διατάξας εἰς φατρίας ἐν ταὐτῷ συνεῖχεν, ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης πάντες πρὸς ἄφοδον ἔχοντες ἔθυον καὶ τῷ αἵματι τὰς οἰκίας ἥγνιζον ὑσσώπου κόμαις ἀναλαβόντες καὶ δειπνήσαντες τὰ λοιπὰ τῶν κρεῶν ἔκαυσαν ὡς ἐξελευσόμενοι.
ὅθεν νῦν ἔτι κατὰ τὸ ἔθος οὕτως θύομεν τὴν ἑορτὴν πάσχα καλοῦντες, σημαίνει δʼ ὑπερβάσια, διότι κατʼ ἐκείνην τὴν ἡμέραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νόσον. ἡ γὰρ φθορὰ τῶν πρωτοτόκων κατʼ ἐκείνην ἔπεισι τὴν νύκτα τοῖς Αἰγυπτίοις, ὡς συνελθόντας πολλοὺς τῶν περὶ τὸ βασίλειον διαιτωμένων τῷ Φαραώθῃ συμβουλεύειν ἀπολύειν τοὺς Ἑβραίους.
καὶ Μωυσῆν καλέσας ἐκεῖνος ἀπιέναι προσέταξεν, εἰ τῆς χώρας ἐξέλθοιεν παύσεσθαι τὴν Αἴγυπτον κακοπαθοῦσαν ὑπολαβών, δώροις τε τοὺς Ἑβραίους ἐτίμων, οἱ μὲν ὑπὲρ τοῦ τάχιον ἐξελθεῖν, οἱ δὲ καὶ κατὰ γειτνιακὴν πρὸς αὐτοὺς συνήθειαν.
Καὶ οἱ μὲν ἐξῄεσαν κλαιόντων καὶ μετανοούντων ὅτι χρήσαιντο χαλεπῶς αὐτοῖς τῶν Αἰγυπτίων, τὴν δὲ πορείαν ἐποιοῦντο κατὰ Λητοῦς πόλιν ἔρημον οὖσαν ἐν τοῖς τότε· Βαβυλὼν γὰρ ὕστερον ἐκεῖ κτίζεται Καμβύσου καταστρεφομένου τὴν Αἴγυπτον. συντόμως δὲ ποιούμενοι τὴν ἄφοδον εἰς Βεελσεφῶντα χωρίον τριταῖοι παραγίνονται τῆς Ἐρυθρᾶς θαλάσσης.
μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπʼ αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθʼ ἡμέρας ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις·
ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφʼ ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν.
Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια ἢ τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον.
Μωυσῆς δʼ ἐγεγόνει μὲν ἔτος ὀγδοηκοστὸν ἤδη, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀαρὼν τρισὶ πλείοσιν. ἐπεκομίζοντο δὲ καὶ τὰ τοῦ Ἰωσήπου ὀστᾶ ταῦτʼ ἐκείνου τοῖς υἱοῖς αὐτοῦ κελεύσαντος.
Αἰγύπτιοι δʼ ἐπὶ τοῖς Ἑβραίοις ἐξελθοῦσι μετενόουν καὶ τοῦ βασιλέως δεινῶς φέροντος ὡς κατὰ γοητείαν τὴν Μωυσέος τούτων γεγονότων ἐπʼ αὐτοὺς ἐγνώκεσαν ἀπιέναι. καὶ λαβόντες ὅπλα καὶ παρασκευὴν ἐδίωκον ὡς ἐπανάξοντες αὐτοὺς εἰ καταλάβοιεν· καὶ γὰρ οὐκέτʼ αὐτοὺς ἐνέχεσθαι τῷ θεῷ· τὴν γὰρ ἔξοδον αὐτοῖς γεγονέναι·
κρατήσειν δὲ ῥᾳδίως αὐτῶν ὑπέλαβον ἀνόπλων τε ὄντων καὶ ὑπὸ τῆς ὁδοιπορίας κεκοπωμένων. παρʼ ἑκάστων τε ἀναπυνθανόμενοι ᾗ χωρήσειαν ἐπέσπευδον τὴν δίωξιν, καίτοι χαλεπῆς οὔσης ὁδευθῆναι τῆς γῆς οὐ στρατοπέδοις μόνον ἀλλὰ καὶ καθʼ ἕνα.
Μωυσῆς δὲ ταύτῃ τοὺς Ἑβραίους ἀπήγαγεν, ἵνʼ εἰ μετανοήσαντες οἱ Αἰγύπτιοι διώκειν ἐθέλοιεν τιμωρίαν τῆς πονηρίας καὶ παραβάσεως τῶν ὡμολογημένων ὑπόσχοιεν, καὶ διὰ Παλαιστίνους, οὓς δυσμενῶς ἔχοντας κατὰ παλαιὰν ἀπέχθειαν οὖσαν ὁπωσοῦν ἐβούλετο λανθάνειν ἀπερχόμενος· ὅμορος γάρ ἐστι τῇ τῶν Αἰγυπτίων χώρᾳ·
καὶ διὰ τοῦτο τὴν μὲν ἄγουσαν εἰς τὴν Παλαιστίνην οὐκ ἀνήγαγε τὸν λαὸν, ἀλλὰ διὰ τῆς ἐρήμου πολλὴν ἀνύσας ὁδὸν καὶ κακοπαθήσας ἠθέλησεν ἐμβαλεῖν εἰς τὴν Χαναναίαν· ἔτι τε καὶ διὰ τὰς ἐντολὰς τοῦ θεοῦ κελεύσαντος ἄγειν τὸν λαὸν εἰς τὸ Σιναῖον ὄρος ἐκεῖ ποιήσοντας τὰς θυσίας.
καταλαβόντες δὲ τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι εἰς μάχην παρεσκευάζοντο καὶ συνελαύνουσιν αὐτοὺς ὑπὸ πολυχειρίας εἰς ὀλίγον χωρίον· ἑξακόσια γὰρ αὐτοῖς ἅρματα εἵπετο σὺν ἱππεῦσι πεντακισμυρίοις καὶ ὁπλιτῶν μυριάδες ἦσαν εἴκοσι. τὰς δὲ ὁδοὺς ἀπεφράγνυσαν, αἷς φεύξεσθαι τοὺς Ἑβραίους ὑπελάμβανον, μεταξὺ κρημνῶν αὐτοὺς ἀπροσβάτων καὶ τῆς θαλάττης ἀπολαμβάνοντες·
τελευτᾷ γὰρ εἰς αὐτὴν ὄρος ὑπὸ τραχύτητος ὁδῶν ἄπορον καὶ φυγῆς ἀπολαμβανόμενον. τοιγαροῦν ἐν τῇ εἰσβολῇ τῇ πρὸς θάλατταν τοῦ ὄρους τοὺς Ἑβραίους ἀπέφραττον τῷ στρατοπέδῳ κατὰ στόμα τοῦτο ἱδρυσάμενοι, ὅπως τὴν εἰς τὸ πεδίον ἔξοδον ὦσιν αὐτοὺς ἀφῃρημένοι.
Μήτʼ οὖν ὑπομένειν πολιορκουμένων τρόπῳ διὰ τὴν ἔνδειαν τῶν ἐπιτηδείων δυνάμενοι μήτε φυγῆς εὐπορίαν ὁρῶντες, ὅπλων τε σπανίζοντες εἰ καὶ μάχεσθαι δόξειεν αὐτοῖς, ἐν ἐλπίδι τοῦ πάντως ἀπολεῖσθαι καθειστήκεσαν, εἰ μὴ παραδώσουσιν ἑαυτοὺς τοῖς Αἰγυπτίοις ἐθελουσίους.
καὶ τὸν Μωυσῆν ᾐτιῶντο πάντων ἐπιλελησμένοι τῶν ἐκ θεοῦ πρὸς τὴν ἐλευθερίαν αὐτοῖς σημείων γεγονότων, ὡς καὶ τὸν προφήτην παρορμῶντα καὶ τὴν σωτηρίαν αὐτοῖς ἐπαγγελλόμενον ὑπὸ ἀπιστίας λίθοις ἐθελῆσαι βαλεῖν παραδιδόναι τε σφᾶς τοῖς Αἰγυπτίοις διεγνωκέναι.
πένθος τε ἦν καὶ ὀδυρμοὶ γυναικῶν καὶ παίδων πρὸ ὀφθαλμῶν ἐχόντων τὸν ὄλεθρον ὄρεσι καὶ θαλάττῃ περικεκλεισμένων καὶ πολεμίοις καὶ φυγὴν οὐδαμόθεν ἐκ τούτων ἐπινοούντων.
Μωυσῆς δὲ καίπερ ἀγριαίνοντος πρὸς αὐτὸν τοῦ πλήθους οὔτʼ αὐτὸς ἐνέκαμνε τῇ περὶ αὐτοὺς προνοίᾳ καὶ τῷ θεῷ κατεφρόνει τά τε ἄλλα πρὸς τὴν ἐλευθερίαν αὐτοῖς ὅσα προεῖπε παρεσχηκότος καὶ μηδὲ τότʼ αὐτοὺς ἐάσοντος ὑπὸ τοῖς ἐχθροῖς γενομένους ἢ δουλεύειν ἢ ἀπολέσθαι,
καὶ στὰς ἐν μέσοις οὐδὲ ἀνθρώποις, εἶπε, καλῶς τὰ παρόντα πεπολιτευμένοις πρὸς ἡμᾶς δίκαιον ἦν ἀπιστεῖν ὡς οὐχ ὁμοίοις ἐσομένοις πρὸς τὰ μέλλοντα, τῆς δὲ τοῦ θεοῦ νῦν ἀπογινώσκειν ὑμᾶς προνοίας μανίας ἔργον ἂν εἴη,
παρʼ οὗ πάνθʼ ὑμῖν ἀπήντηκεν ὅσα διʼ ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δʼ ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον,
ἵνʼ ἐξ ἀμηχάνων ὅθεν οὔθʼ αὐτοὺς νομίζετε σωτηρίαν ἕξειν οὔθʼ οἱ πολέμιοι ἐκ τούτων ῥυσάμενος τήν τε ἰσχὺν ἐπιδείξηται τὴν ἑαυτοῦ καὶ τὴν περὶ ὑμᾶς πρόνοιαν. οὐ γὰρ ἐπὶ μικροῖς τὸ θεῖον τὴν ἑαυτοῦ συμμαχίαν οἷς ἂν εὔνουν ᾖ δίδωσιν, ἀλλʼ ἐφʼ οἷς ἀνθρωπίνην ἐλπίδα μὴ βλέποι πρὸς τὸ κρεῖττον παροῦσαν.
ὅθεν τοιούτῳ βοηθῷ πεπιστευκότες, ᾧ δύναμις καὶ τὰ μικρὰ ποιῆσαι μεγάλα καὶ τῶν τηλικούτων ἀσθένειαν καταψηφίσασθαι, μὴ καταπέπληχθε τὴν Αἰγυπτίων παρασκευήν, μηδʼ ὅτι θάλασσα καὶ κατόπιν ὑμῖν ὄρη φυγῆς ὁδὸν οὐ παρέχοντα διὰ τοῦτʼ ἀπογινώσκετε τὴν σωτηρίαν· γένοιτο γὰρ ἂν καὶ ταῦθʼ ὑμῖν πεδία τοῦ θεοῦ θελήσαντος καὶ γῆ τὸ πέλαγος.
Τοσαῦτα εἰπὼν ἦγεν αὐτοὺς ἐπὶ τὴν θάλασσαν τῶν Αἰγυπτίων ὁρώντων· ἐν ὄψει γὰρ ἦσαν καὶ τῷ πόνῳ τεταλαιπωρημένοι τῆς διώξεως εἰς τὴν ὑστεραίαν τὴν μάχην ὑπερβαλέσθαι καλῶς ἔχειν ὑπελάμβανον. ἐπειδὴ δὲ πρὸς τῷ αἰγιαλῷ Μωυσῆς ἐγεγόνει, λαβὼν τὴν βακτηρίαν τὸν θεὸν ἱκέτευε καὶ σύμμαχον καὶ βοηθὸν ἐκάλει λέγων·
οὐδʼ αὐτὸς μὲν ἀγνοεῖς, ὅτι φυγεῖν ἡμῖν ἐκ τῶν παρόντων οὔτε κατὰ ῥώμην οὔτε κατʼ ἐπίνοιάν ἐστιν ἀνθρωπίνην, ἀλλʼ εἰ δή τι πάντως σωτήριον στρατῷ τῷ κατὰ τὴν σὴν βούλησιν ἀφέντι τὴν Αἴγυπτον, σόν ἐστιν ἐκπορίζειν.
ἡμεῖς τε ἄλλην ἀπεγνωκότες ἐλπίδα καὶ μηχανὴν εἰς τὴν ἀπὸ σοῦ μόνου καταφεύγομεν, καὶ εἴ τι παρὰ τῆς σῆς ἔλθοι προνοίας ἐξαρπάσαι τῆς Αἰγυπτίων ὀργῆς ἡμᾶς δυνάμενον ἀφορῶμεν. ἀφίκοιτο δὲ τοῦτο ταχέως τὴν σὴν ἐμφανίσον ἡμῖν δύναμιν καὶ τὸν λαὸν ὑπὸ ἀνελπιστίας καταπεπτωκότα πρὸς τὸ χεῖρον ἀναστῆσον εἰς εὐθυμίαν καὶ τὸ περὶ τῆς σωτηρίας θάρσος.
ἐν οὐκ ἀλλοτρίοις δʼ ἐσμὲν τοῖς ἀπόροις, ἀλλὰ σὴ μὲν ἡ θάλασσα, σὸν δὲ τὸ περικλεῖον ἡμᾶς ὄρος, ὡς ἀνοιγῆναι μὲν τοῦτο σοῦ κελεύσαντος, ἠπειρωθῆναι δὲ καὶ τὸ πέλαγος, εἶναι δὲ ἡμῖν ἀποδρᾶναι καὶ διʼ ἀέρος δόξαν ἰσχύι τῇ σῇ τοῦτον ἡμᾶς σώζεσθαι τὸν τρόπον.
Τοσαῦτα ἐπιθειάσας τύπτει τῇ βακτηρίᾳ τὴν θάλατταν. ἡ δʼ ὑπὸ τῆς πληγῆς ἀνεκόπη καὶ εἰς αὑτὴν ὑποχωρήσασα γυμνὴν ἀφίησι τὴν γῆν ὁδὸν Ἑβραίοις εἶναι καὶ φυγήν.
Μωυσῆς δὲ ὁρῶν τὴν ἐπιφάνειαν τοῦ θεοῦ καὶ τὸ πέλαγος ἐκκεχωρηκὸς αὐτοῖς τῆς ἰδίας ἠπείρου πρῶτος ἐνέβαινεν αὐτῇ καὶ τοὺς Ἑβραίους ἐκέλευεν ἕπεσθαι διὰ θείας ὁδοῦ ποιουμένους τὴν πορείαν καὶ τῷ κινδύνῳ τῶν παρόντων πολεμίων ἡδομένους καὶ χάριν ἔχοντας διὰ τὴν παράλογον οὕτως ἐξ αὐτοῦ σωτηρίαν ἀναφανεῖσαν.
Τῶν δʼ οὐκέτʼ ὀκνούντων, ἀλλʼ ἱεμένων μετὰ σπουδῆς ὡς συμπαρόντος αὐτοῖς τοῦ θεοῦ, μαίνεσθαι μὲν αὐτοὺς τὸ πρῶτον Αἰγύπτιοι ἐδόκουν ὡς ἐπὶ πρόδηλον ὄλεθρον ὁρμωμένους, ἐπεὶ δὲ ἑώρων ἀβλαβεῖς ἐπὶ τὸ πολὺ προκεκοφότας καὶ μηδὲν αὐτοῖς ἐμπόδιον μηδὲ δυσχερὲς ἀπαντῆσαν, διώκειν ὡρμήκεσαν αὐτοὺς ὡς κἀκείνοις ἠρεμήσοντος τοῦ πελάγους, καὶ προτάξαντες τὴν ἵππον κατέβαινον.
Ἑβραῖοι δὲ καθοπλιζομένους καὶ τὸν χρόνον εἰς τοῦτο τρίβοντας ἔφθασαν εἰς τὴν ἀντιπέραν γῆν ἀπαθεῖς ἐκφυγόντες, ὅθεν καὶ θαρσαλεωτέροις συνέβαινε πρὸς τὴν δίωξιν ὡς οὐδὲν οὐδʼ αὐτῶν πεισομένων εἶναι.
Αἰγύπτιοι δʼ ἐλάνθανον ἰδίαν ὁδὸν Ἑβραίοις γεγενημένην, ἀλλʼ οὐχὶ κοινὴν ἐπεμβαίνοντες καὶ μέχρι σωτηρίας τῶν κεκινδυνευκότων πεποιημένην, ἀλλʼ οὐχὶ καὶ τοῖς ἐπʼ ἀπωλείᾳ τῇ τούτων ὡρμημένοις χρῆσθαι θέλουσιν.
ὡς οὖν ὁ τῶν Αἰγυπτίων στρατὸς ἅπας ἐντὸς ἦν, ἐπιχεῖται πάλιν ἡ θάλασσα καὶ περικαταλαμβάνει ῥοώδης ὑπὸ πνευμάτων κατιοῦσα τοὺς Αἰγυπτίους, ὄμβροι τʼ ἀπʼ οὐρανοῦ κατέβαινον καὶ βρονταὶ σκληραὶ προσεξαπτομένης ἀστραπῆς καὶ κεραυνοὶ δὲ κατηνέχθησαν.
ὅλως δʼ οὐδὲν ἦν τῶν ἐπʼ ἀπωλείᾳ κατὰ μῆνιν θεοῦ συμπιπτόντων ἀνθρώποις, ὃ μὴ τότε συνῆλθε· καὶ γὰρ νὺξ αὐτοὺς ζοφώδης καὶ σκοτεινὴ κατέλαβε. καὶ οἱ μὲν οὕτως ἀπώλοντο πάντες, ὡς μηδʼ ἄγγελον τῆς συμφορᾶς τοῖς ὑπολελειμμένοις ὑποστρέψαι.
Τοὺς δʼ Ἑβραίους οὐδὲ κατασχεῖν ἦν ἐπὶ τῇ χαρᾷ τῆς παραδόξου σωτηρίας καὶ τῇ τῶν πολεμίων ἀπωλείᾳ, βεβαίως νομίζοντας ἠλευθερῶσθαι τῶν ἀναγκαζόντων δουλεύειν διεφθαρμένων καὶ τὸν θεὸν οὕτως ἐναργῶς ἔχοντας βοηθοῦντα.
καὶ οἱ μὲν αὐτοί τε τὸν κίνδυνον οὕτως ἐκφυγόντες καὶ προσέτι τοὺς ἐχθροὺς ἐπιδόντες κεκολασμένους, ὡς οὐκ ἄλλοι τινὲς μνημονεύονται τῶν πρόσθεν ἀνθρώπων, ἐν ὕμνοις ἦσαν καὶ παιδιαῖς ὅλην τὴν νύκτα, καὶ Μωυσῆς ᾠδὴν εἰς τὸν θεὸν ἐγκώμιόν τε καὶ τῆς εὐμενείας εὐχαριστίαν περιέχουσαν ἐν ἑξαμέτρῳ τόνῳ συντίθησιν.
Ἐγὼ μὲν οὖν ὡς εὗρον ἐν ταῖς ἱεραῖς βίβλοις οὕτως ἕκαστον τούτων παραδέδωκα· θαυμάσῃ δὲ μηδεὶς τοῦ λόγου τὸ παράδοξον, εἰ ἀρχαίοις ἀνθρώποις καὶ πονηρίας ἀπείροις εὑρέθη σωτηρίας ὁδὸς καὶ διὰ θαλάσσης εἴτε κατὰ βούλησιν θεοῦ εἴτε κατὰ ταὐτόματον,
ὁπότε καὶ τοῖς περὶ τὸν Ἀλέξανδρον τὸν βασιλέα τῆς Μακεδονίας χθὲς καὶ πρῴην γεγονόσιν ὑπεχώρησε τὸ Παμφύλιον πέλαγος καὶ ὁδὸν ἄλλην οὐκ ἔχουσι παρέσχε τὴν διʼ αὐτοῦ καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοῦ θεοῦ θελήσαντος, καὶ τοῦτο πάντες ὁμολογοῦσιν οἱ τὰς Ἀλεξάνδρου πράξεις συγγραψάμενοι. περὶ μὲν οὖν τούτων ὡς ἑκάστῳ δοκεῖ διαλαμβανέτω.
Τῇ δʼ ὑστεραίᾳ τὰ ὅπλα τῶν Αἰγυπτίων προσενεχθέντα τῷ στρατοπέδῳ τῶν Ἑβραίων ὑπὸ τοῦ ῥοῦ καὶ τῆς βίας τοῦ πνεύματος ἐπʼ ἐκεῖνο ἐκδιδούσης ὁ Μωυσῆς καὶ τοῦτο εἰκάσας τῇ τοῦ θεοῦ προνοίᾳ γεγονέναι, ὅπως μηδὲ ὅπλων ὦσιν ἄποροι, συναγαγὼν καὶ τούτοις σκεπάσας τοὺς Ἑβραίους ἦγεν ἐπὶ τὸ Σιναῖον ὄρος θύσων ἐκεῖ τῷ θεῷ καὶ τὰ σῶστρα τῆς πληθύος ἀποδώσων, καθὼς αὐτῷ καὶ προείρητο.