Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

331 παρʼ οὗ πάνθʼ ὑμῖν ἀπήντηκεν ὅσα διʼ ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δʼ ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον,
332 ἵνʼ ἐξ ἀμηχάνων ὅθεν οὔθʼ αὐτοὺς νομίζετε σωτηρίαν ἕξειν οὔθʼ οἱ πολέμιοι ἐκ τούτων ῥυσάμενος τήν τε ἰσχὺν ἐπιδείξηται τὴν ἑαυτοῦ καὶ τὴν περὶ ὑμᾶς πρόνοιαν. οὐ γὰρ ἐπὶ μικροῖς τὸ θεῖον τὴν ἑαυτοῦ συμμαχίαν οἷς ἂν εὔνουν ᾖ δίδωσιν, ἀλλʼ ἐφʼ οἷς ἀνθρωπίνην ἐλπίδα μὴ βλέποι πρὸς τὸ κρεῖττον παροῦσαν.
333 ὅθεν τοιούτῳ βοηθῷ πεπιστευκότες, ᾧ δύναμις καὶ τὰ μικρὰ ποιῆσαι μεγάλα καὶ τῶν τηλικούτων ἀσθένειαν καταψηφίσασθαι, μὴ καταπέπληχθε τὴν Αἰγυπτίων παρασκευήν, μηδʼ ὅτι θάλασσα καὶ κατόπιν ὑμῖν ὄρη φυγῆς ὁδὸν οὐ παρέχοντα διὰ τοῦτʼ ἀπογινώσκετε τὴν σωτηρίαν· γένοιτο γὰρ ἂν καὶ ταῦθʼ ὑμῖν πεδία τοῦ θεοῦ θελήσαντος καὶ γῆ τὸ πέλαγος.
334 Τοσαῦτα εἰπὼν ἦγεν αὐτοὺς ἐπὶ τὴν θάλασσαν τῶν Αἰγυπτίων ὁρώντων· ἐν ὄψει γὰρ ἦσαν καὶ τῷ πόνῳ τεταλαιπωρημένοι τῆς διώξεως εἰς τὴν ὑστεραίαν τὴν μάχην ὑπερβαλέσθαι καλῶς ἔχειν ὑπελάμβανον. ἐπειδὴ δὲ πρὸς τῷ αἰγιαλῷ Μωυσῆς ἐγεγόνει, λαβὼν τὴν βακτηρίαν τὸν θεὸν ἱκέτευε καὶ σύμμαχον καὶ βοηθὸν ἐκάλει λέγων·
335 οὐδʼ αὐτὸς μὲν ἀγνοεῖς, ὅτι φυγεῖν ἡμῖν ἐκ τῶν παρόντων οὔτε κατὰ ῥώμην οὔτε κατʼ ἐπίνοιάν ἐστιν ἀνθρωπίνην, ἀλλʼ εἰ δή τι πάντως σωτήριον στρατῷ τῷ κατὰ τὴν σὴν βούλησιν ἀφέντι τὴν Αἴγυπτον, σόν ἐστιν ἐκπορίζειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi