Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

284 Χλευάσαντος δὲ τοῦ βασιλέως Μωυσῆς ἔργῳ παρεῖχεν αὐτῷ βλέπειν τὰ σημεῖα τὰ κατὰ τὸ Σιναῖον ὄρος γενόμενα· ὁ δʼ ἀγανακτήσας πονηρὸν μὲν αὐτὸν ἀπεκάλει καὶ πρότερον φυγόντα τὴν παρʼ Αἰγυπτίοις δουλείαν καὶ νῦν ἐξ ἀπάτης αὐτοῦ τὴν ἄφιξιν πεποιημένον καὶ τερατουργίαις καὶ μαγείαις καταπλήξειν ἐπικεχειρηκότα.
285 καὶ ταῦθʼ ἅμα λέγων κελεύει τοὺς ἱερεῖς τὰς αὐτὰς ὄψεις αὐτῷ παρασχεῖν ὁρᾶν, ὡς Αἰγυπτίων σοφῶν ὄντων καὶ περὶ τὴν τούτων ἐπιστήμην, καὶ ὅτι μὴ μόνος αὐτὸς ἔμπειρος ὢν εἰς θεὸν δύναται τὸ ἐν αὐτῇ παράδοξον ἀναφέρων πιθανὸς ὥσπερ ἀπαιδεύτοις ὑπάρχειν. καὶ μεθεμένων ἐκείνων τὰς βακτηρίας δράκοντες ἦσαν.
286 Μωυσῆς δʼ οὐ καταπλαγείς, οὐδʼ αὐτὸς μέν, εἶπεν, ὦ βασιλεῦ, τῆς Αἰγυπτίων σοφίας καταφρονῶ, τοσῷδε μέντοι κρείττονα τὰ ὑπʼ ἐμοῦ πραττόμενα τῆς τούτων μαγείας καὶ τέχνης φημί, ὅσῳ τὰ θεῖα τῶν ἀνθρωπίνων διαφέρει. δείξω δὲ οὐ κατὰ γοητείαν καὶ πλάνην τῆς ἀληθοῦς δόξης τἀμὰ, κατὰ δὲ θεοῦ πρόνοιαν καὶ δύναμιν φαινόμενα.
287 καὶ ταῦτʼ εἰπὼν μεθίησιν ἐπὶ τῆς γῆς τὴν βακτηρίαν κελεύσας αὐτὴν εἰς ὄφιν μεταβαλεῖν· ἡ δʼ ἐπείθετο καὶ τὰς τῶν Αἰγυπτίων βακτηρίας, οἳ δράκοντες ἐδόκουν, περιιοῦσα κατήσθιε μέχρι πάσας ἀνήλωσεν· εἶτʼ εἰς τὸ αὑτῆς σχῆμα μεταπεσοῦσαν κομίζεται Μωυσῆς.
288 Ὁ δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατʼ Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi