Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

245 τῆς γὰρ γῆς οὔσης χαλεπῆς ὁδευθῆναι διὰ πλῆθος ἑρπετῶν, παμφορωτάτη γάρ ἐστι τούτων, ὡς καὶ τὰ παρʼ ἄλλοις οὐκ ὄντα μόνη τρέφειν δυνάμει τε καὶ κακίᾳ καὶ τῷ τῆς ὄψεως ἀσυνήθει διαφέροντα, τινὰ δʼ αὐτῶν ἐστι καὶ πετεινὰ ὡς λανθάνοντα μὲν ἀπὸ γῆς κακουργεῖν καὶ μὴ προϊδομένους ἀδικεῖν ὑπερπετῆ γενόμενα, νοεῖ πρὸς ἀσφάλειαν καὶ ἀβλαβῆ πορείαν τοῦ στρατεύματος στρατήγημα θαυμαστόν·
246 πλέγματα γὰρ ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάσας καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δʼ ἐστὶν ὄφεσι τοῦτο τὸ ζῷον· φεύγουσί τε γὰρ ἐπερχομένας καὶ ἐφιστάμενοι καθάπερ ὑπʼ ἐλάφων ἁρπαζόμενοι καταπίνονται· χειροήθεις δʼ εἰσὶν αἱ ἴβεις καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι.
247 καὶ περὶ μὲν τούτων παρίημι νῦν γράφειν οὐκ ἀγνοούντων τῶν Ἑλλήνων τῆς ἴβιδος τὸ εἶδος. ὡς οὖν εἰς τὴν γῆν ἐνέβαλε τὴν θηριοτρόφον, ταύταις ἀπεμάχετο τὴν τῶν ἑρπετῶν φύσιν ἐπαφεὶς αὐτοῖς καὶ προπολεμούσαις χρώμενος. τοῦτον οὖν ὁδεύσας τὸν τρόπον οὐδὲ προμαθοῦσι παρῆν τοῖς Αἰθίοψι,
248 καὶ συμβαλὼν αὐτοῖς κρατεῖ τῇ μάχῃ καὶ τῶν ἐλπίδων, ἃς εἶχον ἐπὶ τοὺς Αἰγυπτίους, ἀφαιρεῖται τάς τε πόλεις αὐτῶν ἐπῄει καταστρεφόμενος, καὶ φόνος πολὺς τῶν Αἰθιόπων ἐπράττετο. καὶ τῆς διὰ Μωυσῆν εὐπραγίας γευσάμενον τὸ τῶν Αἰγυπτίων στράτευμα πονεῖν οὐκ ἔκαμνεν, ὡς περὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς ἀναστάσεως τὸν κίνδυνον εἶναι τοῖς Αἰθίοψι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi