Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

235 καὶ δεινὸν ἀνακραγών, οὗτος, εἶπε, βασιλεῦ, ὁ παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν ὁ θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπʼ αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ διʼ αὐτὸν θάρσους ἀφελοῦ. φθάνει δʼ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα,
236 καὶ πρὸς τὸν φόνον ὀκνηρὸς ἦν ὁ βασιλεὺς τοιοῦτον αὐτὸν τοῦ θεοῦ παρασκευάσαντος, ᾧ πρόνοια τῆς Μωυσέος σωτηρίας ἦν. ἐτρέφετο οὖν πολλῆς ἐπιμελείας τυγχάνων, καὶ τοῖς μὲν Ἑβραίοις ἐπʼ αὐτῷ παρῆν ἐλπὶς περὶ τῶν ὅλων,
237 διʼ ὑποψίας δʼ εἶχον Αἰγύπτιοι τὴν ἀνατροφὴν αὐτοῦ· μηδενὸς δʼ ὄντος φανεροῦ, διʼ ὃν κἂν ἀπέκτεινεν αὐτὸν ὁ βασιλεὺς μηδὲν ὄντα ἢ συγγενοὺς διὰ τῆς εἰσποιήσεως ἢ τῶν ἄλλων τινός, ᾧ πλέον ὑπὲρ ὠφελείας τῆς Αἰγυπτίων ἐκ τοῦ προειδέναι τὰ μέλλοντα θαρρεῖν παρῆν, ἀπείχοντο τῆς ἀναιρέσεως αὐτοῦ.
238 Μωυσῆς μὲν τῷ προειρημένῳ τρόπῳ γεννηθείς τε καὶ τραφεὶς καὶ παρελθὼν εἰς ἡλικίαν φανερὰν τοῖς Αἰγυπτίοις τὴν ἀρετὴν ἐποίησε καὶ τὸ ἐπὶ ταπεινώσει μὲν τῇ ἐκείνων, ἐπʼ αὐξήσει δὲ τῶν Ἑβραίων γεγονέναι τοιαύτης ἀφορμῆς λαβόμενος·
239 Αἰθίοπες, πρόσοικοι δʼ εἰσὶ τοῖς Αἰγυπτίοις, ἐμβαλόντες εἰς χώραν αὐτῶν ἔφερον καὶ ἦγον τὰ τῶν Αἰγυπτίων. οἱ δʼ ὑπʼ ὀργῆς στρατεύουσιν ἐπʼ αὐτοὺς ἀμυνούμενοι τῆς καταφρονήσεως, καὶ τῇ μάχῃ κρατηθέντες οἱ μὲν αὐτῶν ἔπεσον οἱ δʼ αἰσχρῶς εἰς τὴν οἰκείαν διεσώθησαν φυγόντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi