Kitap 2
226
μὴ προσεμένου δὲ αὐτοῦ τὴν θηλὴν ἀλλʼ ἀποστραφέντος καὶ τοῦτʼ ἐπὶ πολλῶν ποιήσαντος γυναικῶν ἡ Μαριάμη παρατυγχάνουσα τοῖς γινομένοις οὐχ ὥστε ἐκ παρασκευῆς δοκεῖν ἀλλὰ κατὰ θεωρίαν, μάτην, εἶπεν, ὦ βασίλισσα, ταύτας ἐπὶ τροφῇ τοῦ παιδὸς μετακαλῇ τὰς γυναῖκας, αἳ μηδὲν πρὸς αὐτὸ συγγενὲς ἔχουσιν. εἰ μέντοι τινὰ τῶν Ἑβραΐδων γυναικῶν ἀχθῆναι ποιήσειας, τάχα ἂν προσοῖτο θηλὴν ὁμοφύλου.
227
δόξασαν δὲ λέγειν εὖ κελεύει τοῦτʼ αὐτὴν ἐκπορίσαι καὶ τῶν γαλουχουσῶν τινα μεταθεῖν. ἡ δὲ τοιαύτης ἐξουσίας λαβομένη παρῆν ἄγουσα τὴν μητέρα μηδενὶ γινωσκομένην. καὶ τὸ παιδίον ἀσμενίσαν πως προσφύεται τῇ θηλῇ, καὶ δεηθείσης γε τῆς βασιλίδος πιστεύεται τὴν τροφὴν τοῦ παιδίου πρὸς τὸ πᾶν.
228
Κἀπʼ αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι· τὸ γὰρ ὕδωρ μῶυ Αἰγύπτιοι καλοῦσιν, ἐσῆς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. συνθέντες οὖν ἐξ ἀμφοτέρων τὴν προσηγορίαν αὐτῷ ταύτην τίθενται.
229
καὶ ἦν ὁμολογουμένως κατὰ τὴν τοῦ θεοῦ πρόρρησιν φρονήματός τε μεγέθει καὶ πόνων καταφρονήσει Ἑβραίων ἄριστος. Ἅβραμος γὰρ αὐτῷ πατὴρ ἕβδομος. Ἀμαράμου γὰρ αὐτὸς ἦν παῖς τοῦ Καάθου, Καάθου δὲ πατὴρ Λευὶς ὁ τοῦ Ἰακώβου, ὃς ἦν Ἰσάκῳ γενόμενος, Ἁβράμου δὲ οὗτος ἦν.
230
σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετʼ αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπʼ ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα,