Kitap 2
135
ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι, τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπʼ αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι.
136
Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμὶν ἦγον πρὸς Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων, ὁ δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ, τοὺς δʼ ἐν πενθίμοις σχήμασι, τί δή, φησίν, ὦ κάκιστοι, φρονήσαντες ἢ περὶ τῆς ἐμῆς φιλανθρωπίας ἢ περὶ τοῦ θεοῦ τῆς προνοίας τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;
137
τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ σώζεσθαι Βενιαμὶν καὶ πάλιν ἀναμιμνησκομένων τῶν εἰς Ἰώσηπον τετολμημένων κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν ὅτι τῆς παρὰ τοῦ θεοῦ κατʼ αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δʼ αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ ἣν ἐπʼ ἐκείνῳ μέχρι νῦν ἔχει καὶ τὴν ἐπὶ Βενιαμὶν προσθήσουσι, πολὺς ἦν κἀνταῦθʼ ὁ Ῥουβῆλος αὐτῶν καθαπτόμενος.
138
Ἰωσήπου δὲ τοὺς μὲν ἀπολύοντος, οὐδὲν γὰρ αὐτὸν ἀδικεῖν, ἀρκεῖσθαι δὲ μόνῃ τῇ τοῦ παιδὸς τιμωρίᾳ λέγοντος, οὔτε γὰρ τοῦτον ἀπολύειν διὰ τοὺς οὐδὲν ἐξαμαρτόντας σῶφρον ἔλεγεν οὔτε συγκολάζειν ἐκείνους τῷ τὴν κλοπὴν εἰργασμένῳ, βαδιοῦσι δὲ παρέξειν ἀσφάλειαν ἐπαγγελλομένου,
139
τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ ὁ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι,