Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 2

115 οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις, καὶ τοῦ πάθους οὖν χείρονος καθʼ ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, ὅ τι χρήσαιτο τοῖς παροῦσιν.
116 Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ διʼ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρʼ αὐτῷ μένοντι·
117 φανερὰν δʼ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται· πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον,
118 πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν.
119 ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi