Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 19

 
εἴς τε οὖν τὸ λοιπὸν παραγγέλλω μηδεμίαν πρόφασιν στάσεως μηδὲ ταραχῆς ζητεῖν, ἀλλʼ ἑκάστους τὰ ἴδια ἔθη θρησκεύειν.
 
Πετρώνιος μὲν οὖν οὕτω προυνόησε διορθώσεως μὲν τὸ παρανομηθὲν ἤδη τυχεῖν, γενέσθαι δὲ παραπλήσιον μηδὲν εἰς αὐτούς.
 
Ἀγρίππας δὲ ὁ βασιλεὺς ἀφείλετο μὲν τὴν ἀρχιερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην δὲ πάλιν ἐπʼ αὐτὴν ἦγεν τὸν Ἀνάνου τοῦτον ἀξιώτερον τῆς τιμῆς ὁμολογῶν εἶναι. τῷ δὲ οὐκ ἀσμενιστὸν ἐφάνη τὴν τοσαύτην ἀπολαβεῖν τιμήν, παρῃτεῖτο δʼ οὖν ταῦτα λέγων·
 
σοὶ μέν, ὦ βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθʼ ὅ μοι γέρας δίδωσιν ἡ σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν ὁ θεός. ἅπαξ δʼ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι· τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον ἢ νῦν ἀπολήψομαι.
 
σὺ δʼ, εἰ βούλει τὸν ἀξιώτερον ἐμοῦ νῦν τὸ γέρας λαβεῖν, διδάχθητι· πάσης καὶ πρὸς τὸν θεὸν ἁμαρτίας καὶ πρὸς σέ, βασιλεῦ, καθαρὸς ἀδελφὸς ἔστι μοι· πρέποντα τῇ τιμῇ τοῦτον συνίστημι.
 
τούτοις ὁ βασιλεὺς ἡσθεὶς τοῖς λόγοις τὸν Ἰωνάθην μὲν ἠγάσατο τῆς γνώμης, τἀδελφῷ δὲ αὐτοῦ Ματθίᾳ τὴν ἱερωσύνην ἔδωκε. καὶ μετʼ οὐ πολὺ Πετρώνιον μὲν Μάρσος διεδέξατο καὶ διεῖπε Συρίαν.
 
Σίλας δʼ ὁ τοῦ βασιλέως ἔπαρχος ἐπεὶ διὰ πάσης αὐτῷ τύχης ἐγεγόνει πιστὸς οὐδένα κίνδυνόν ποτε κοινωνεῖν ἀνηνάμενος, ἀλλὰ καὶ τοὺς σφαλερωτάτους ὑποδὺς πολλάκις πόνους, πεποιθήσεως ἦν ἀνάπλεως, προσήκειν ὑπολαμβάνων ἰσοτιμίαν βεβαιότητι φιλίας.
 
οὐδαμῆ τοίνυν ὑποκατεκλίνετο βασιλεῖ, παρρησίαν δὲ διὰ πάσης ὁμιλίας ἦγεν, κἀν ταῖς φιλοφρονήσεσιν ἐγίνετο φορτικὸς σεμνύνων ἑαυτὸν ἀμέτρως καὶ πολλάκις τῷ βασιλεῖ τὰ στυγνὰ τῆς τύχης ἄγων εἰς ἀνάμνησιν, ἵνα τὴν ἑαυτοῦ τότε σπουδὴν παραδεικνύῃ, συνεχῶς δʼ ἦν, ὡς ὑπὲρ αὐτοῦ κάμοι, πολλὰ διεξιών.
 
τούτων οὖν τὸ πλεονάζον ὀνειδισμὸς ἐδόκει· διὸ προσάντως ὁ βασιλεὺς ἐδέχετο τὴν ἀταμίευτον παρρησίαν τἀνδρός· οὐχ ἡδεῖαι γὰρ αἱ τῶν ἀδόξων χρόνων ἀναμνήσεις, εὐήθης δὲ ὁ διηνεκῶς ἅ ποτε ὠφέλησεν προφέρων.
 
τέλος γοῦν ἀνηρέθισε σφόδρα ὁ Σίλας τοῦ βασιλέως τὸν θυμὸν κἀκεῖνος ὀργῇ πλέον ἢ λογισμῷ διδοὺς οὐ τῆς ἐπαρχίας μόνον μετέστησε τὸν Σίλαν, ἀλλὰ καὶ παρέδωκεν δεθησόμενον εἰς τὴν ἐκείνου πατρίδα πέμψας.
 
χρόνῳ δὲ τὸν θυμὸν ἠμβλύνθη καὶ λογισμοῖς εἰλικρινέσι τὴν περὶ τἀνδρὸς κρίσιν ἐφῆκεν ἐν νῷ λαμβάνων ὅσους ὑπὲρ ἐκείνου πόνους ἐκεῖνος ἀνέτλη. ἡμέραν οὖν ἑορτάζων αὐτοῦ γενέθλιον, ὅτε πᾶσιν ὧν ἦρχεν εὐφροσύνη ᾗ καθίσταντο θαλίαι, τὸν Σίλαν ἀνεκάλει παραυτίκα συνέστιον αὐτῷ γενησόμενον.
 
τῷ δέ, τρόπος γὰρ ἐλευθέριος ἦν, ἐδόκει προσειληφέναι δικαίαν αἰτίαν ὀργῆς, ἣν οὐκ ἀπεκρύπτετο πρὸς τοὺς μετιόντας αὐτὸν λέγων·
 
ἐπὶ ποίαν ὁ βασιλεὺς τιμὴν ἀνακαλεῖ με τὴν μετὰ μικρὸν ἀπολουμένην; οὐδὲ γὰρ τὰ πρῶτά μοι γέρα τῆς εἰς αὐτὸν εὐνοίας ἐτήρησεν, ἀπεσύλησεν δʼ ὑβρίσας.
 
ἢ πεπαῦσθαι νενόμικέ με τῆς παρρησίας, ἣν ἀπὸ ποίου συνειδότος ἔχων βοήσομαι μᾶλλον, ὅσων αὐτὸν ἐξελυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ ποριζόμενος σωτηρίαν τε καὶ τιμήν, ὧν γέρας ἠνεγκάμην δεσμὰ καὶ σκότιον εἱρκτήν.
 
οὐκ ἐγώ ποτε τούτων λήσομαι· τάχα μοι τὴν τῆς ἀριστείας συνεποίσεται μνήμην καὶ μεταστᾶσα τῆς σαρκὸς ἡ ψυχή. ταῦτα ἀνεβόα καὶ διετάττετο τῷ βασιλεῖ λέγειν. ὁ δʼ ὡς ἀνιάτως ἑώρα διακείμενον, πάλιν εἴασεν ἐν φρουρᾷ.
 
Τὰ δὲ τῶν Ἱεροσολύμων τείχη τὰ πρὸς τὴν καινὴν νεύοντα πόλιν δημοσίαις ὠχύρου δαπάναις, τῇ μὲν εὐρύνων εἰς πλάτος τῇ δὲ εἰς ὕψος ἐξαίρων, κἂν ἐξειργάσατο ταῦτα πάσης ἀνθρωπίνης κρείττονα βίας, εἰ μὴ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν Κλαυδίῳ Καίσαρι διὰ γραμμάτων ἐδήλωσε τὸ πραττόμενον.
 
καὶ νεωτερισμόν τινα Κλαύδιος ὑποπτεύσας ἐπέστειλεν Ἀγρίππᾳ μετὰ σπουδῆς παύσασθαι τῆς τῶν τειχῶν ἐξοικοδομήσεως· ὁ δʼ ἀπειθεῖν οὐκ ἔκρινεν.
 
Ἐπεφύκει δʼ ὁ βασιλεὺς οὗτος εὐεργετικὸς εἶναι ἐν δωρεαῖς καὶ μεγαλοφρονῆσαι ἔθνη φιλότιμος καὶ πολλοῖς ἀθρόως δαπανήμασιν ἀνιστὰς αὑτὸν εἰς ἐπιφάνειαν ἡδόμενος τῷ χαρίζεσθαι καὶ τῷ βιοῦν ἐν εὐφημίᾳ χαίρων, κατʼ οὐδὲν Ἡρώδῃ τῷ πρὸ ἑαυτοῦ βασιλεῖ τὸν τρόπον συμφερόμενος·
 
ἐκείνῳ γὰρ πονηρὸν ἦν ἦθος ἐπὶ τιμωρίαν ἀπότομον καὶ κατὰ τῶν ἀπηχθημένων ἀταμίευτον, Ἕλλησι πλέον ἢ Ἰουδαίοις οἰκείως ἔχειν ὁμολογούμενος· ἀλλοφύλων γέ τοι πόλεις ἐσέμνυνεν δόσει χρημάτων βαλανείων θεάτρων τε ἄλλοτε κατασκευαῖς, ἔστιν αἷς ναοὺς ἀνέστησε, στοὰς ἄλλαις, ἀλλὰ Ἰουδαίων οὐδεμίαν πόλιν οὐδʼ ὀλίγης ἐπισκευῆς ἠξίωσεν οὐδὲ δόσεως ἀξίας μνημονευθῆναι.
 
πραῢς δʼ ὁ τρόπος Ἀγρίππᾳ καὶ πρὸς πάντας τὸ εὐεργετικὸν ὅμοιον. τοῖς ἀλλοεθνέσιν ἦν φιλάνθρωπος κἀκείνοις ἐνδεικνύμενος τὸ φιλόδωρον τοῖς ὁμοφύλοις ἀναλόγως χρηστὸς καὶ συμπαθὴς μᾶλλον.
 
ἡδεῖα γοῦν αὐτῷ δίαιτα καὶ συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. διὰ πάσης γοῦν αὑτὸν ἦγεν ἁγνείας οὐδʼ ἡμέρα τις παρώδευεν αὐτῷ τὰ νόμιμα χηρεύουσα θυσίας.
 
Καὶ δή τις ἐν τοῖς Ἱεροσολύμοις ἀνὴρ ἐπιχώριος ἐξακριβάζειν δοκῶν τὰ νόμιμα, Σίμων ἦν ὄνομα τούτῳ, πλῆθος εἰς ἐκκλησίαν ἁλίσας τηνικάδε τοῦ βασιλέως εἰς Καισάρειαν ἐκδεδημηκότος ἐτόλμησεν αὐτοῦ κατειπεῖν, ὡς οὐχ ὅσιος εἴη, δικαίως δʼ ἂν εἴργοιτο τοῦ ναοῦ τῆς εἰσόδου προσηκούσης τοῖς ἐγγενέσιν.
 
δηλοῦται μὲν δὴ διὰ γραμμάτων ὑπὸ τοῦ στρατηγοῦ τῆς πόλεως τῷ βασιλεῖ δημηγορήσας Σίμων ταῦτα, μεταπέμπεται δὲ αὐτὸν ὁ βασιλεὺς καί, καθέζετο γὰρ ἐν τῷ θεάτρῳ τότε, καθεσθῆναι παρʼ αὐτὸν ἐκέλευσεν. ἠρέμα τε καὶ πρᾴως εἰπέ μοι, φησίν, τί τῶν ἐνθάδε γινομένων ἐστὶ παράνομον;
 
ὁ δὲ εἰπεῖν ἔχων οὐδὲν τυχεῖν ἐδεῖτο συγγνώμης. ἀλλὰ ὁ βασιλεὺς αὐτῷ ἢ προσεδόκησέν τις διηλλάττετο τὴν πρᾳότητα κρίνων βασιλικωτέραν ὀργῆς καὶ πρέπειν εἰδὼς τοῖς μεγέθεσι θυμοῦ πλέον ἐπιείκειαν. τὸν Σίμωνα γοῦν καὶ δωρεᾶς τινος ἀξιώσας ἀπεπέμπετο.
 
Πολλοῖς δὲ κατασκευάσας πολλὰ Βηρυτίους ἐξαιρέτως ἐτίμησεν· θέατρον γὰρ αὐτοῖς κατεσκεύασε πολυτελείᾳ τε καὶ κάλλει πολλῶν διαφέρον ἀμφιθέατρόν τε πολλῶν ἀναλωμάτων βαλανεῖα πρὸς τούτοις καὶ στοάς, ἐν οὐδενὶ τῶν ἔργων στενότητι δαπανημάτων ἢ τὸ κάλλος ἀδικήσας ἢ τὸ μέγεθος.
 
ἐπεδαψιλεύσατο δʼ αὐτῶν τὴν καθιέρωσιν μεγαλοπρεπῶς, ἐν τῷ θεάτρῳ μὲν θεωρίας ἐπιτελῶν πάνθʼ ὅσα μουσικῆς ἔργα παράγων καὶ ποικίλης ποιητικὰ τέρψεως, ἐν δὲ τῷ ἀμφιθεάτρῳ πλήθει μονομάχων τὴν αὐτοῦ δεικνὺς μεγαλόνοιαν.
 
ἔνθα καὶ τὴν κατὰ πλῆθος ἀντίταξιν βουληθεὶς γενέσθαι τῶν θεωμένων τέρψιν ἑπτακοσίους ἄνδρας ἑπτακοσίοις μαχησομένους εἰσέπεμψεν κακούργους ὅσους εἶχεν ἀποτάξας εἰς τήνδε τὴν πρᾶξιν, ἵνʼ οἱ μὲν κολασθῶσιν, τὸ πολέμου δʼ ἔργον γένηται τέρψις εἰρήνης. τούτους μὲν οὖν πασσυδὶ διέφθειρεν.
 
Ἐν Βηρυτῷ δὲ τελέσας τὰ προειρημένα μετῆλθεν εἰς Τιβεριάδα πόλιν τῆς Γαλιλαίας. ἦν δὲ ἄρα τοῖς ἄλλοις βασιλεῦσιν περίβλεπτος. ἧκε γοῦν παρʼ αὐτὸν Κομμαγηνῆς μὲν βασιλεὺς Ἀντίοχος, Ἐμεσῶν δὲ Σαμψιγέραμος καὶ Κότυς, τῆς μικρᾶς Ἀρμενίας οὗτος ἐβασίλευσεν, καὶ Πολέμων τὴν Πόντου κεκτημένος δυναστείαν Ἡρώδης τε· οὗτος ἀδελφὸς ἦν αὐτοῦ, ἦρχεν δὲ τῆς Χαλκίδος.
 
ὡμίλησε δὲ πᾶσιν κατά τε τὰς ὑποδοχὰς καὶ φιλοφρονήσεις ὡς μάλιστα διαδείξας φρονήσεως ὕψος καὶ διὰ τοῦτό γε δοκεῖν δικαίως τῇ τοῦ βασιλέως παρουσίᾳ τετιμῆσθαι.
 
ἀλλὰ γὰρ τούτων διατριβόντων ἔτι παρʼ αὐτῷ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν παρεγένετο. πρὸς Ῥωμαίους οὖν τιμητικὸν τηρῶν ὑπαντησόμενος αὐτῷ τῆς πόλεως ἀπωτέρω σταδίους ἑπτὰ προῆλθεν ὁ βασιλεύς.
 
τοῦτο δὲ ἄρα ἔμελλεν τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς· συγκαθεζόμενος γὰρ ἐπὶ τῆς ἀπήνης ἐπήγετο τοὺς ἄλλους βασιλέας, Μάρσῳ δʼ ἡ τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι.
 
ταῦτα Ἀγρίππας ἀνιαρῶς ἐξεδέχετο· καὶ Μάρσῳ μὲν ἐκ τούτου διαφόρως ἔσχεν, τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ἀντʼ αὐτοῦ κατέστησεν ἀρχιερέα Ἐλιωναῖον τὸν τοῦ Κιθαίρου παῖδα.
 
Τρίτον δὲ ἔτος αὐτῷ βασιλεύοντι τῆς ὅλης Ἰουδαίας πεπλήρωτο, καὶ παρῆν εἰς πόλιν Καισάρειαν, ἣ τὸ πρότερον Στράτωνος πύργος ἐκαλεῖτο. συνετέλει δʼ ἐνταῦθα θεωρίας εἰς τὴν Καίσαρος τιμὴν ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἑορτήν τινα ταύτην ἐπιστάμενος, καὶ παρʼ αὐτὴν ἤθροιστο τῶν κατὰ τὴν ἐπαρχίαν ἐν τέλει καὶ προβεβηκότων εἰς ἀξίαν πλῆθος.
 
δευτέρᾳ δὴ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. ἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε μαρμαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες.
 
εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνῳ πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες εὐμενής τε εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν,
 
ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς φύσεως ὁμολογοῦμεν. οὐκ ἐπέπληξεν τούτοις ὁ βασιλεὺς οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας δʼ οὖν μετʼ ὀλίγον τὸν βουβῶνα τῆς ἑαυτοῦ κεφαλῆς ὑπερκαθιζόμενον εἶδεν ἐπὶ σχοινίου τινός. ἄγγελον τοῦτον εὐθὺς ἐνόησεν κακῶν εἶναι τὸν καί ποτε τῶν ἀγαθῶν γενόμενον, καὶ διακάρδιον ἔσχεν ὀδύνην, ἄθρουν δʼ αὐτῷ τῆς κοιλίας προσέφυσεν ἄλγημα μετὰ σφοδρότητος ἀρξάμενον.
 
ἀναθορὼν οὖν πρὸς τοὺς φίλους, ὁ θεὸς ὑμῖν ἐγώ, φησίν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατεψευσμένας φωνὰς ἐλεγχούσης· ὁ κληθεὶς ἀθάνατος ὑφʼ ὑμῶν ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν πεπρωμένην, ᾗ θεὸς βεβούληται· καὶ γὰρ βεβιώκαμεν οὐδαμῇ φαύλως, ἀλλʼ ἐπὶ τῆς μακαριζομένης λαμπρότητος.
 
ταῦθʼ ἅμα λέγων ἐπιτάσει τῆς ὀδύνης κατεπονεῖτο· μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη καὶ διῇξε λόγος εἰς πάντας, ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετʼ ὀλίγον.
 
ἡ πληθὺς δʼ αὐτίκα σὺν γυναιξὶν καὶ παισὶν ἐπὶ σάκκων καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευεν ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς δὲ πάντʼ ἦν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δʼ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς καταπίπτοντας ἄδακρυς οὐδʼ αὐτὸς διέμενεν.
 
συνεχεῖς δʼ ἐφʼ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς βασιλείας δʼ ἕβδομον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi