Kitap 19
ἀναθείη δʼ ἄν τις τὴν πρᾶξιν Χαιρέᾳ· καὶ γὰρ εἰ σὺν πολλοῖς ἐπράχθη τὸ ἔργον αὐτῷ, ἀλλʼ οὖν πρῶτός τε ἐνεθυμήθη εἶναι μέντοι αὐτῷ ὃς προλαβὼν πολὺ τῶν ἁπάντων,
καὶ πρῶτος μὲν τολμηρῶς ἐξεῖπεν τοῖς λοιποῖς, δεχομένων δὲ τὸν ἐπὶ τῷ φόνῳ λόγον σποράδας τε ἤθροισεν καὶ τὰ πάντα φρονίμως συγκροτήσας ἔνθα γνωμῶν εἰσηγήσεως ἐχρῆν πολὺ κρείσσων ἐγίγνετο καὶ λόγοις καθωμίλησεν χρηστοῖς ὡς οὐ τολμῶντας ἠνάγκασέν τε τοὺς ἅπαντας,
ἐπεί τε καιρὸς ἐλάμβανεν χειρὶ χρήσασθαι, φαίνεται κἀνταῦθα πρῶτός τε ὁρμήσας καὶ ἁψάμενος ἀρετῇ τοῦ φόνου καὶ τοῖς ἄλλοις εὐεπίβατον παρασχὼν καὶ προτεθνεῶτα Γάιον, ὥστʼ ἂν δικαίως καὶ ὁπόσα τοῖς λοιποῖς εἴη πεπραγμένα τῇ Χαιρέου γνώμῃ τε καὶ ἀρετῇ προστίθεσθαι καὶ πόνῳ τῶν χειρῶν.
Καὶ Γάιος μὲν τοιούτῳ τρόπῳ χρησάμενος τῆς τελευτῆς ὑπὸ τοῦ πολλοῦ τῶν τραυμάτων ἀποψυχθεὶς ἔκειτο.
οἱ δὲ περὶ τὸν Χαιρέαν ἐπειδὴ κατείργαστο αὐτοῖς ἤδη Γάιος, ὁδοὺς μὲν τὰς αὐτὰς ἰόντες σώζειν αὑτοὺς ἀμήχανον ἑώρων, ὄκνῳ τε τῶν γεγονότων, οὐ γὰρ μικρὸν ἦν τὸν αὐτοκράτορα ἀνῃρηκόσι τὸ κινδύνευμα ὑπό τε ἀνοίας τοῦ δήμου τιμώμενον καὶ ὄντα προσφιλῆ καὶ τῶν στρατιωτῶν μὴ ἀναιμωτὶ ποιησομένων τὴν ζήτησιν αὐτοῦ,
ἄλλως τε στενῶν οὐσῶν τῶν ὁδῶν, καθʼ ἃς ἔπραξαν τὸ ἔργον, καὶ μεγάλου πλήθους ἐμφράξαντος αὐτὰς τῆς τε θεραπείας καὶ ὁπόσοι τῶν στρατιωτῶν ἐπὶ φυλακῇ τοῦ αὐτοκράτορος ἐκείνην παρῆσαν τὴν ἡμέραν,
ὁδούς τε ἑτέρας χωροῦντες παρῆσαν εἰς τὴν Γερμανικοῦ μὲν οἰκίαν τοῦ Γαΐου πατρός, ὃν τότε ἀνῃρήκεσαν, συνημμένη δὲ ἐκείνη, διὰ τὸ ἓν τὸ βασίλειον ὂν ἐπʼ οἰκοδομίαις ἑκάστου τῶν ἐν τῇ ἡγεμονίᾳ γεγονότων ἀσκηθὲν ἀπὸ μέρους ὀνόματι τῶν οἰκοδομηθησομένων ἢ καί τι τῶν ἡμερῶν οἰκήσεις ἀρξάντων τὴν ἐπωνυμίαν παρασχέσθαι.
καὶ διεκπεσόμενοι ἐκ τοῦ πλήθους τὴν ἔφοδον ἐν ἀδείᾳ τὸ παρὸν ἦσαν λανθάνοντος ἀκμὴν κακοῦ τοῦ τὸν αὐτοκράτορα παρειληφότος.
πρώτους δὲ εἰς τοὺς Γερμανοὺς ἡ αἴσθησις ἀφίκετο τῆς Γαΐου τελευτῆς. δορυφόροι δʼ ἦσαν οὗτοι ὁμώνυμοι τῷ ἔθνει ἀφʼ οὗ κατειλέχατο Κελτικοῦ τάγμα παρεχόμενοι τὸ αὐτῶν.
θυμῷ δὲ χρῆσθαι πάτριόν ἐστιν αὐτοῖς, ὥσπερ σπάνιον εἴ τισιν ἑτέροις βαρβάρων διὰ τὸ ἡσσόνως λογισμὸν ἐπιδέχεσθαι τῶν ποιουμένων, ῥωμαλέοι τε τοῖς σώμασι καὶ τῇ πρώτῃ ὁρμῇ συνιόντες τοῖς πολεμίοις, οὓς ἂν νομίσωσι, μεγάλα κατορθοῦντες.
οὗτοι οὖν πυθόμενοι τοῦ Γαΐου τὴν σφαγὴν καὶ περιαλγήσαντες διὰ τὸ μὴ ἀρετῇ κρίνειν ἐπὶ τοῖς ὅλοις, ἀλλὰ συμφέροντι τῷ αὐτῶν, μάλιστα δὲ αὐτοῖς προσφιλὴς ἦν Γάιος δόσεσι χρημάτων τὸ εὔνουν αὑτῷ κτώμενος,
σπασάμενοι τὰ ξίφη, προειστήκει δʼ αὐτῶν Σαβῖνος χιλιαρχῶν οὐ διʼ ἀρετὴν καὶ γενναιότητα προγόνων, μονομάχος γὰρ ἦν, ἰσχύι δὲ σώματος τὴν ἐπὶ τοιούτοις κτησάμενος ἄθροισιν ἀρετήν, διεξῄεσαν τῆς οἰκίας ἀνερευνώμενοι τοὺς σφαγέας τοῦ Καίσαρος.
Ἀσπρήναν τε κρεουργήσασιν αὐτοῖς διὰ τὸ πρώτῳ περιπεσεῖν, οὗ τὴν στολὴν μιᾶναν τὸ αἷμα τῶν θυμάτων, ὥς μοι λέλεκται πρότερον, οὐκ ἐπʼ ἀγαθῷ τὴν συντυχίαν ἀπεσήμαινε τοῦ γεγονότος δεύτερος, Νωρβανὸς ὑπηντίαζεν ἐν τοῖς γενναιοτάτοις τῶν πολιτῶν καὶ πολλοὺς αὐτοκράτορας παρεχόμενος τῶν προπατόρων.
καὶ μηδὲν αἰδουμένων αὐτοῦ τὴν ἀξίωσιν ἰσχύι προύχων ἀφαιρεῖται τὸ ξίφος τῷ πρώτῳ τῶν ἐπιόντων συμπλακεὶς φανερός τε ἦν οὐκ ἀπραγμόνως τεθνηξόμενος, μέχρι δὴ περισχεθεὶς πολλοῖς τῶν ἐπιφερομένων ἔπεσεν ὑπὸ πλήθους τραυμάτων.
τρίτος δὲ Ἀντήιος τῶν ἐκ τῆς βουλῆς σὺν ὀλίγοις, οὐ τυχαίως τοῖς Γερμανοῖς καθάπερ οἱ πρότερον περιπεσών, ὑπὸ δὲ φιλοθεαμοσύνης καὶ ἡδονῆς τοῦ αὐτόπτης γενόμενος Γαΐου κειμένου μῖσος εὐφρᾶναι τὸ πρὸς αὐτόν· τὸν γὰρ πατέρα τοῦ Ἀντηίου καὶ ὁμώνυμον φυγάδα ἐλάσας καὶ μὴ ἀρκεσθεὶς κτείνει στρατιώτας ἀποπέμψας.
καὶ παρῆν μὲν διὰ τάδε εὐφρανούμενος θεωρίᾳ τοῦ νεκροῦ, θορυβουμένης δὲ τῆς οἰκίας κρύπτειν αὑτὸν ἐνθυμησάμενος οὐ διαφυγγάνει τῶν Γερμανῶν τό τε εἰς τὴν ἔρευναν ἀκριβὲς κἀπὶ τοῖς φόνοις ὁμοίως τῶν τε αἰτίων καὶ μὴ ἐξαγριωσάντων. καὶ οἵδε μὲν ταύτῃ τεθνήκεσαν.
Εἰς δὲ τὸ θέατρον ἐπεὶ ἀφίκετο ὁ λόγος περὶ τῆς Γαΐου τελευτῆς, ἔκπληξίς τε καὶ ἀπιστία ἦν· οἱ μὲν γὰρ καὶ πάνυ ἡδονῇ δεχόμενοι τὸν ὄλεθρον αὐτοῦ κἂν πρὸ πολλοῦ ἡγησάμενοι σφίσιν ἀγαθὸν συνελθεῖν ὑπὸ δέους ἐν ἀπιστίᾳ ἦσαν.
εἰσὶ δʼ οἷς καὶ πάνυ ἀπʼ ἐλπίδων ἦν διὰ τὸ μὴ ἐθέλειν τι τοιόνδε περὶ τῷ Γαΐῳ γεγονέναι μηδὲ ἀληθείᾳ προστίθεσθαι διὰ τὸ μὴ οἷόν τε ἀνθρώπῳ εἶναι τοιᾷδε ἀρετῇ χρῆσθαι.
γύναια δʼ ἦν ταῦτα καὶ παῖδες ὁπόσοι τε δοῦλοι καί τινες τοῦ στρατιωτικοῦ, οἱ μὲν διὰ τὸ μισθοφορεῖν καὶ οὐδὲν ἀλλʼ ἢ συντυραννοῦντες καὶ διακονίᾳ τῆς κατʼ ἐκεῖνον ὕβρεως ἐπανασειόμενοι τοῖς κρατίστοις τῶν πολιτῶν τιμῆς τε ἅμα καὶ ὠφελειῶν τυγχάνειν,
ἡ δὲ αὖ γυναικωνῖτις καὶ τὸ νεώτερον, ὅπερ ὄχλος φιλεῖ, θεωρίαις τε καὶ μονομαχιῶν δόσεσιν καί τινων κρεανομιῶν ἡδοναῖς ἀνειλημμένοι, ἃ ἐπράσσετο λόγῳ μὲν ἐπὶ θεραπείᾳ τῆς πληθύος, τὸ δʼ ἀληθὲς ἐκπιμπλάντα τῆς μανίας Γαΐου τὴν ὠμότητα·
οἱ δὲ δοῦλοι διὰ τὸ ἐν προσηγορίᾳ τε εἶναι καὶ καταφρονήματι τῶν δεσποτῶν, ἀποστροφῆς τῷ ὑβρίζοντι αὐτὴν οὔσης τῆς κατʼ ἐκεῖνον ἐπικουρίας· ῥᾴδιον γὰρ ψευσαμένοις τε κατὰ τῶν κυρίων πεπιστεῦσθαι καὶ τὰ χρήματα ἐνδείξασιν αὐτῶν ἅμα ἐλευθέροις τε εἶναι καὶ πλουσίοις μισθῷ τῶν κατηγοριῶν διὰ τὸ ἆθλα αὐτοῖς προκεῖσθαι τὰς ὀγδόας τῶν οὐσιῶν.
τῶν δὲ εὐπατριδῶν εἰ καί τισιν πιστὸς ὁ λόγος φανείη, τοῖς μὲν ἐκ τοῦ προειδέναι τὴν ἐπιβουλήν, τοῖς δʼ ὑπὸ τοῦ θέλειν εὐκτὸν ἡγουμένοις, σιγῇ παρεδίδοτο οὐ μόνον ἡ ἐπὶ τοῖς ἠγγελμένοις χαρά, ἀλλὰ καὶ ἡ δόξα τῆς ἀκροάσεως,
οἱ μὲν δεδιότες, μὴ καὶ ψευσθεῖσιν ἐλπίδος τιμωρίᾳ συνέλθοιεν ὡς προεξορμήσασιν ἀποφήνασθαι τὴν διάνοιαν ἑαυτῶν, οἱ δʼ ἐξεπιστάμενοι διὰ τὸ τῆς ἐπιβουλῆς μετασχεῖν μειζόνως ἔκρυπτον ἀλλήλων ἀγνοίᾳ καὶ δεδιότες, μὴ πρός τινα εἰπόντες, οἷς ἡ τυραννὶς ἑστῶσα ὠφέλιμος ἦν, ζῶντος Γαΐου κολασθεῖεν ἐνδείξεως γενομένης.
ἐπεὶ καὶ ἕτερος ἐπεφοιτήκει λόγος ὡμιληκέναι μὲν τραύμασιν, οὐ μὴν ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐν θεραπείαις ὑπὸ τῶν ἰατρῶν εἶναι.
ἦν τε πιστὸς οὐθεὶς οὐδενί, ᾧ κἂν θαρσήσας γνώμην ἀποφαίνοιτο τὴν αὐτοῦ· ἢ γὰρ φίλος ὢν ὕποπτος ἐγίνετο εὐνοίᾳ τῆς τυραννίδος ἢ καὶ μίσει πρὸς ἐκεῖνον χρώμενος τῷ πρὸς αὐτὸν οὐδαμόθεν εὐνοίᾳ χρωμένῳ διαφθείρειν τὴν ἐπὶ τοῖς λεγομένοις πίστιν.
ἐλέγετο δὲ ὑπό τινων, οἳ καὶ μάλιστα τοῖς εὐπατρίδαις ἠφάνιζον τὸ εὐθυμοῦν τῆς ἐλπίδος, ἐν ἀμελείᾳ κινδύνων γεγονότα καὶ ἄφροντιν κομιδῇ τῶν τραυμάτων, ὥσπερ εἶχεν ᾑματωμένον ἐπὶ τῆς ἀγορᾶς διεκπεσεῖν κἀν δημηγορίαις εἶναι.
καὶ τάδε μὲν εἰκάζετο βουλήσει τῇ ἀλογίστῳ τῶν θροεῖν προθεμένων καὶ ἐπʼ ἀμφότερα δόξῃ τῶν ἀκουόντων λαμβανόμενα· οὐ μὴν τήν γʼ ἐνέδραν ἐξέλιπον δεδιότες τὴν ἐπενεχθησομένην προεξιοῦσιν αἰτίαν· οὐ γὰρ ἐφʼ ἧς ἀξιοῖεν διανοίας γενήσεσθαι περὶ αὐτοῖς τὴν κρίσιν, ἀλλʼ ἀφʼ ἧς εἰκάζειν ἐθελήσειαν τούς τε κατηγορήσοντας καὶ τοὺς δικάζοντας.
Ἐπεὶ δὲ καὶ πλῆθος τῶν Γερμανῶν περιέσχε τὸ θέατρον ἐσπασμένων τὰ ξίφη, πᾶσι τοῖς θεωροῖς ἐλπὶς ἦν ἀπολεῖσθαι, καὶ πρὸς πᾶσαν οὗτινος εἴσοδον πτοία εἶχεν αὐτούς, ὡς αὐτίκα μάλα συγκοπήσοιντο, ἐν ἀμηχάνοις τε ἦσαν οὔτʼ ἀπιέναι θάρσος εἰσφερόμενοι οὔτε ἀκίνδυνον τὴν διατριβὴν τὴν ἐπὶ τοῦ θεάτρου πεπιστευκότες.
εἰσπιπτόντων τε ἤδη βοὴ τοῦ θεάτρου ῥήγνυται καθʼ ἱκετείαν τρεπομένου τῶν στρατιωτῶν, ὡς πάντων ἀγνοίας αὐτῇ γενομένης καὶ τῶν βουλευθέντων τοῖς ἐπαναστᾶσιν, εἰ δή τις καὶ γέγονεν ἐπανάστασις, καὶ τῶν γεγονότων.
φείδεσθαι οὖν καὶ μὴ τόλμης ἀλλοτρίας παρὰ τῶν οὐδʼ ἐν αἰτίᾳ γενομένων ἀπολαμβάνειν τιμωρίαν, παρέντας ἐρεύνην τῶν πεπραχότων ὅ τι καὶ πεπραγμένον εἴη καταστῆναι.
καὶ οἱ μὲν ταῦτά τε καὶ περαιτέρω μετὰ δακρύων καὶ τύψεως προσώπων ἐπιθειάζοντες καὶ ποτνιώμενοι ὁπόσα ἀνεδίδασκεν αὐτοὺς ὁ κίνδυνος ἑστὼς πλησίον, καὶ ὡς ἄν τις ἀγωνιζόμενος περὶ τῆς ψυχῆς εἴποι τι, ἔλεγον.
θραύεται δὲ τῶν στρατιωτῶν πρὸς ταῦτα ἡ ὀργὴ καὶ μεταμελῆσαν αὐτοῖς τοῦ ἐπὶ τοῖς θεωροῖς βουλεύματος, ὠμόν τε γὰρ ἦν τοῦτο καὶ ἐκείνοις καίπερ ἐξηγριωκόσιν ἐδόκει, τὰς κεφαλὰς τῶν περὶ τὸν Ἀσπρήναν ἐπὶ τὸν βωμὸν ἀπερεισαμένοις.
πρὸς ἃς μειζόνως ἔπαθον οἱ θεωροὶ λογισμῷ τε ἀξιώσεως τῶν ἀνδρῶν καὶ ἐλέῳ τοῦ πάθους, ὥστε παρʼ ὀλίγον καὶ αὐτοῖς οὐδὲν ἐλλιπεστέρως τὰ τῶν κινδύνων ὁμιλήσαντα ἐπανασεσεῖσθαι, ὧν ἄδηλον εἶναι τὴν συμφορὰν εἴπερ εἰς τέλος φευχθῆναι δύναιτʼ ἄν.
ὥστε κἂν εἴ τινες τῶν προθύμως μισούντων καὶ μετὰ δίκης τὸν Γάιον ἀφαιρεῖσθαι τῶν ἐπʼ αὐτῷ εὐφροσυνῶν τῆς χώρας, διὰ τὸ ἐν ῥοπῇ μὲν τοῦ συναπολουμένου γεγονέναι, τὸ δὲ πιστὸν τοῦ περιεῖναι μηδέπω καὶ τότε ἐχέγγυον συνελθεῖν.
Ἦν δὲ Εὐάρεστος Ἀρούντιος τῶν κηρυσσόντων τὰ πωλούμενα καὶ διʼ αὐτὸ φωνῆς τε μεγέθει χρώμενος καὶ χρήματα περιβεβλημένος ὅμοια τοῖς Ῥωμαίων πλουσιωτάτοις, δύναμίς τε αὐτῷ ἦν ἐφʼ οἷς ἐθελήσειε πράσσειν κατὰ τὴν πόλιν ἔν τε τῷ τότε κἀν τοῖς ὕστερον.
οὗτος διαθεὶς αὑτὸν ὡς ἐνῆν πενθιμώτατον, καίτοι μίσει καὶ παρʼ ὁντινοῦν ἐχρῆτο πρὸς Γάιον, ἀλλὰ μὴν κρείσσων ἡ διδασκαλία τοῦ φόβου καὶ στρατηγία περὶ τοῦ κερδησομένου τὴν σωτηρίαν τῆς εἰς τὸ παρὸν ἡδονῆς,
πάντα κόσμον ἐπιτηδεύσας ὡς ἄν τις ἐπὶ τοῖς τιμιωτάτοις παρεσκεύαστο ἀπολωλόσιν, ἀποσημαίνει τοῦ Γαΐου τὸν θάνατον ἐπὶ τὸ θέατρον παρελθὼν καὶ ἔπαυσεν τοὺς ἀνθρώπους ἐπὶ πλέον ἀγνοίᾳ συμπεριφέρεσθαι τοῦ γεγονότος.
ἤδη δὲ καὶ Στήλας Ἀρούντιος παρῆν ἀνακαλῶν τοὺς Γερμανοὺς καὶ οἱ χιλίαρχοι σὺν αὐτῷ κελεύοντες κατατίθεσθαι τὸν σίδηρον καὶ διασαφοῦντες Γαΐου τὴν τελευτήν.
τοῦτο καὶ σαφέστατα ἔσωσεν τοὺς ἐν τῷ θεάτρῳ συνειλεγμένους καὶ πάντας, οἳ καὶ ὁπωσοῦν τοῖς Γερμανοῖς περιτύχοιεν· ἐλπίδος γὰρ αὐτοῖς παραγενομένης ἔμπνουν κεῖσθαι τὸν Γάιον οὐκ ἔσθʼ οὗτινος κακῶν ἂν ἀπέσχοντο.
τοσόνδε ἐπερίσσευσεν αὐτοῖς εὐνοίας τῆς πρὸς αὐτόν, ὡς κἂν μετὰ τοῦ καθʼ αὑτοὺς ἀπολουμένου τῆς ψυχῆς κτήσασθαι τὸ ἀνεπιβούλευτον αὐτῷ καὶ τοσαύτῃ δυστυχίᾳ συνεσόμενον.