Kitap 18
νῦν οὖν εἰ μὲν φθάνεις τὸν ἀνδριάντα ἑστακώς, ἑστάτω· εἰ δὲ μήπω πεποίησαι τὴν ἀνάθεσιν, μηδὲν περαιτέρω κακοπαθεῖν, ἀλλὰ τόν τε στρατὸν διάλυε καὶ αὐτὸς ἐφʼ ἃ τὸ πρῶτόν σε ἔστειλα ἄπιθι· οὐδὲν γὰρ ἔτι δέομαι τῆς ἀναστάσεως τοῦ ἀνδριάντος Ἀγρίππᾳ χαριζόμενος ἀνδρὶ παρʼ ἐμοὶ τιμωμένῳ μειζόνως ἢ ὥστε με χρείᾳ τῇ ἐκείνου καὶ οἷς κελεύσειεν ἀντειπεῖν.
Γάιος μὲν δὴ ταῦτα γράφει πρὸς τὸν Πετρώνιον πρότερον ἢ ἐντυχεῖν ἐπὶ ἀποστάσει καταδόξας αὐτοὺς ἐπείγεσθαι, μηδὲν γὰρ ἕτερον ἀποσημαίνειν τὴν διάνοιαν αὐτῶν, ἀλλὰ πόλεμον ἄντικρυς Ῥωμαίοις ἀπειλεῖν.
καὶ περιαλγήσας ὡς ἐπὶ πείρᾳ τῆς ἡγεμονίας αὐτοῦ τετολμηκότων, ἀνὴρ ἐπὶ πᾶσιν ἥσσων μὲν τοῦ αἰσχροῦ, κρείσσων δὲ τοῦ βελτίστου καὶ ἐφʼ οἷστισι κρίνειεν ὀργῇ χρῆσθαι παρʼ ὁντινοῦν ἐπειγόμενος παίδευσιν αὐτῆς οὐδʼ ἡντινοῦν προστιθείς, ἀλλʼ ἐφʼ ἡδονῇ τιθεὶς τῇ ἐκείνης τὴν κρίσιν τοῦ εὐδαίμονος, γράφει πρὸς τὸν Πετρώνιον·
ἐπειδὴ δῶρα ὁπόσα σοι οἱ Ἰουδαῖοι παρέσχον ἐν μείζονι λόγῳ τῶν ἐμῶν πεποίησαι ἐντολῶν διακονεῖσθαι τὰ πάντα ἡδονῇ τῇ ἐκείνων ἀρθεὶς ἐπὶ παραβάσει τῶν ἐμῶν ἐντολῶν, κελεύω σε σαυτῷ. κριτὴν γενόμενον λογίσασθαι περὶ τοῦ ποιητέου σοι ὑποστάντα ὀργῇ τῇ ἐμῇ, ἐπεί τοι παράδειγμα ποιοῖντό σε οἵ τε νῦν πάντες καὶ ὁπόσοι ὕστεροι γένοιντʼ ἄν, μηδαμῶς ἀκυροῦν αὐτοκράτορος ἀνδρὸς ἐντολάς.
Ταύτην μὲν γράφει Πετρωνίῳ τὴν ἐπιστολήν, οὐ μὴν φθάνει γε ζῶντος Πετρώνιος δεξάμενος αὐτὴν βραδυνθέντος τοῦ πλοῦ τοῖς φέρουσιν εἰς τοσόνδε, ὥστε Πετρωνίῳ γράμματα πρὸ αὐτῆς ἀφικέσθαι, διʼ ὧν μανθάνει τὴν Γαΐου τελευτήν.
θεὸς γὰρ οὐκ ἄρʼ ἀμνημονήσειν ἔμελλε Πετρωνίῳ κινδύνων, οὓς ἀνειλήφει ἐπὶ τῇ τῶν Ἰουδαίων χάριτι καὶ τιμῇ τῇ αὐτοῦ, ἀλλὰ τὸν Γάιον ἀποσκευασάμενος ὀργῆς ὧν ἐπὶ σεβασμῷ τῷ αὐτοῦ πράσσειν ἐτόλμησε, τὸν μισθὸν χρεολυτεῖν συνευεργετεῖν τῷ Πετρωνίῳ ἥ τε Ῥώμη καὶ πᾶσα ἡ ἀρχή, μάλιστα δʼ ὁπόσοι τῆς βουλῆς προύχοιεν ἀξιώματι, διὰ τὸ εἰς ἐκείνους ἀκράτῳ τῇ ὀργῇ χρῆσθαι τὸν Γάιον.
καὶ τελευτᾷ μὲν οὐ μετὰ πολὺν χρόνον ἢ γράψαι τῷ Πετρωνίῳ τὴν ἐπὶ τῷ θανεῖν ἀνακειμένην ἐπιστολήν, τὴν δʼ αἰτίαν, ἐξ ἧς τελευτᾷ, καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον ἀφηγήσομαι προϊόντος τοῦ λόγου.
Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν ἡ διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετʼ οὐ πολὺ δὲ ἡ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθη τε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν,
καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆς τε τῆς εἰς τὸν ναὸς καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως ὁ κίνδυνος τοῦ θανεῖν.
Γίνεται δὲ καὶ περὶ τοὺς ἐν τῇ Μεσοποταμίᾳ καὶ μάλιστα τὴν Βαβυλωνίαν οἰκοῦντας Ἰουδαίους συμφορὰ δεινὴ καὶ οὐδεμιᾶς ἧστινος ἐλάσσων φόνος τε αὐτῶν πολὺς καὶ ὁπόσος οὐχ ἱστορημένος πρότερον. περὶ ὧν δὴ τὰ πάντα ἐπʼ ἀκριβὲς διηγησάμενος ἐκθήσομαι καὶ τὰς αἰτίας, ἀφʼ ὧν αὐτοῖς τὸ πάθος συνέτυχεν.
Νέερδα τῆς Βαβυλωνίας ἐστὶ πόλις ἄλλως τε πολυανδροῦσα καὶ χώραν ἀγαθὴν καὶ πολλὴν ἔχουσα καὶ σὺν ἄλλοις ἀγαθοῖς καὶ ἀνθρώπων ἀνάπλεως. ἔστιν δὲ καὶ πολεμίοις οὐκ εὐέμβολος περιόδῳ τε τοῦ Εὐφράτου πᾶσαν ἐντὸς αὐτὴν ἀπολαμβάνοντος καὶ κατασκευαῖς τειχῶν.
ἔστιν δὲ καὶ Νίσιβις πόλις κατὰ τὸν αὐτὸν τοῦ ποταμοῦ περίρρουν, ὅθεν Ἰουδαῖοι τῇ φύσει τῶν χωρίων πεπιστευκότες τό τε δίδραχμον, ὃ τῷ θεῷ καταβάλλειν ἑκάστοις πάτριον, ταύτῃ κατετίθεντο καὶ ὁπόσα δὲ ἄλλα ἀναθήματα, ἐχρῶντό τε ὥσπερ ταμιείῳ ταῖσδε ταῖς πόλεσιν.
ἐντεῦθεν δὲ ἐπὶ Ἱεροσολύμων ἀνεπέμπετο ᾗ καιρός, πολλαί τε ἀνθρώπων μυριάδες τὴν κομιδὴν τῶν χρημάτων παρελάμβανον δεδιότες τὰς Παρθυαίων ἁρπαγὰς ὑποτελούσης ἐκείνοις τῆς Βαβυλωνίας.
καὶ ἦσαν γὰρ Ἀσιναῖος καὶ Ἀνιλαῖος Νεερδᾶται μὲν τὸ γένος, ἀλλήλων δὲ ἀδελφοί. καὶ αὐτούς, πατρὸς δʼ ἦσαν ὀρφανοί, ἡ μήτηρ προσέταξεν ἱστῶν μαθήσει ποιήσεως, οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρʼ αὐτοῖς. τούτοις ὁ τοῖς ἔργοις ἐφεστώς, καὶ γὰρ ἐμεμαθήκεσαν παρʼ αὐτῷ, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως ἐκόλασε πληγαῖς.
οἱ δὲ ἐφʼ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλὰ ὁπόσα ἦν ἐπὶ τῆς οἰκίας φυλασσόμενα ᾤχοντο εἴς τι χωρίον, διάρρηξιν μὲν ποταμῶν λεγόμενον, νομὰς δὲ ἀγαθὰς παρασχεῖν πεφυκὸς καὶ χιλὸν ὁπόσοι εἰς τὸν χειμῶνα ἀποτιθοῖντο. συνῄεσάν τε ὡς αὐτοὺς τῶν νέων οἱ ἀπορώτατοι, καὶ τούτους τοῖς ὅπλοις φραγνύντες στρατηγοί τε ἦσαν καὶ τῶν κακῶν ἡγεμόνες οὐκ ἐκωλύοντο εἶναι.
προελθόντες γὰρ ἐπὶ τὸ ἄμαχον καὶ κατασκευάσαντες ἀκρόπολιν διέπεμπον πρὸς τοὺς νέμοντας φόρον αὐτοῖς κελεύοντες καταβάλλειν τῶν βοσκημάτων, ἣ ἀρκοῦσα ἐπιτροφὴ γίνοιτʼ ἄν, προστιθέντες φιλίαν τε πειθομένοις καὶ ἄμυναν τῶν ἀλλαχόθεν ποθὲν πολεμίων, σφαγὰς δὲ τῶν ποιμνίων ἀπειθοῦσιν.
οἱ δέ, οὐ γὰρ ἦν ἕτερα παρʼ αὐτὰ ποιεῖν, ἠκροῶντο καὶ τῶν προβάτων ἔστελλον ὁπόσα κελευσθεῖεν, ὥστε δὴ καὶ πλείων αὐτοῖς συνελέγετο ἰσχὺς κύριοί τε ἦσαν ἐφʼ οἷς βουλεύσειαν ἐκ τοῦ ὀξέος ἐλαύνοντες κακουργεῖν. θεραπεύειν τε αὐτοὺς ἦρκτο πᾶς προστυγχάνων, καὶ ἦσαν φοβεροὶ καὶ τοῖς πειρασομένοις, ὥστʼ ἤδη προύκοπτε λόγος περὶ αὐτῶν κἀπὶ τοῦ Πάρθων βασιλέως.
Ὁ δὲ τῆς Βαβυλωνίας σατράπης μαθὼν ταῦτα καὶ βουληθεὶς ἔτι φυομένους κωλῦσαι πρίν τι μεῖζον κακὸν ἐξ αὐτῶν ἀναστῆναι, συλλέξας στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ τῶν Παρθυαίων καὶ τῶν Βαβυλωνίων ἤλασε πρὸς αὐτοὺς, φθῆναι θέλων προσβαλὼν ἐξελεῖν πρὶν ἐξάγγελτος γενέσθαι κατασκευάζων τὸν στρατόν.
περικαθίσας δὲ τὸ ἕλος ἡσύχαζεν, καὶ κατὰ τὴν ἐπιοῦσαν, ἦν δὲ σάββατον ἀργίας παντὸς χρήματος Ἰουδαίοις ἡμέρα, οἰόμενος οὐ τολμήσειν ἀντιστατήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλὰ ἀμαχεὶ λαβὼν ἄξειν δεδεμένους, κατὰ βραχὺ δὲ προσῄει χρῄζων αἰφνίδιον ποιεῖσθαι τὴν ἐπίπτωσιν.
Ἀσιναῖος δὲ ἐτύγχανε σὺν τοῖς ἑταίροις καθεζόμενος καὶ τὰ ὅπλα παρέκειτο αὐτοῖς ἄνδρες, φησί, χρεμετισμός μοι ἵππων προσέπεσεν οὐ φορβάδων, ἀλλʼ οἷος γένοιτʼ ἂν ἀνδρῶν αὐτοῖς ἐπιβεβηκότων, ἐπεὶ καί τινος ἀνακρούσεως αἰσθάνομαι χαλινῶν· δέδια, μὴ λελήθασιν ἡμᾶς οἱ πολέμιοι περιστάντες. ἀλλά τις προΐτω κατόπτης ἀπαγγελίαν ἡμῖν σαφῆ τῶν ἐνεστηκότων ποιησόμενος. εἴη δὲ ἐπὶ ψευδέσι μοι λελέχθαι τὰ εἰρημένα. καὶ ὁ μὲν τάδε εἶπεν,
καὶ ᾤχοντό τινες προσκοποῦντες τὸ γινόμενον καὶ ᾗ τάχος παρελθόντες, καὶ οὔτε αὐτὸς ψεύδῃ σαφὴς εἰκαστὴς εἶναι τῶν πρασσομένων τοῖς πολεμίοις οὔτε ἐκεῖνοι πλειόνως ἐπιτρέψειν ἤμελλον ἡμῖν ὑβριεῖν.
περιειλήμμεθα δόλῳ μηδὲν βοσκημάτων διαφέροντες· τοσῆσδε ἵππου πλῆθος ἐπελαύνουσιν ἡμῖν ἐν ἀπορίᾳ χειρῶν κειμένοις διὰ τὸ κατείργεσθαι προαγορεύσει
τῶν πατρίων εἰς τὸ ἀργεῖν. Ἀσιναῖος δὲ οὐκ ἄρα γνώμῃ τοῦ κατασκόπου κρίνειν ἔμελλεν ἐπὶ τοῖς ποιητέοις, ἀλλὰ νομιμώτερον ἡγησάμενος τοῦ ἐπʼ ἀπράκτοις τελευτῶντας εὐφραίνειν τοὺς πολεμίους τὸ ἀλκῆς δεξάμενος αὐτοὺς ὑπὲρ τῆς ἀνάγκης εἰς ἣν ἐνεπεπτώκει παρανομεῖν τιμωρίαν ἀπολαμβάνοι, εἰ δέοι τελευτᾶν, αὐτός τε ἀναλαμβάνει τὰ ὅπλα καὶ τοῖς σὺν αὐτῷ θάρσος ἐνεποίει τῆς ἐπὶ τὰ ὅμοια ἀρετῆς.
ὁμόσε ἴασι τοῖς πολεμίοις, καὶ πολλοὺς κτείναντες αὐτῶν διὰ τὸ καταφρονοῦντας ὡς ἐπὶ τὰ ἕτοιμα χωρεῖν εἰς φυγὴν τρέπονται τὸ λοιπόν.
Ὁ δὲ τῶν Πάρθων βασιλεύς, ἐπεὶ ἀφίκετο αὐτῷ ἡ ἀγγελία τῆς μάχης, ἐκπλαγεὶς τῷ τολμήματι τῶν ἀδελφῶν ἐπεθύμησεν αὐτοῖς ἐλθεῖν διʼ ὄψεως καὶ λόγων, καὶ πέμπει τὸν πιστότατον τῶν σωματοφυλάκων λέγοντα,
ὅτι βασιλεὺς Ἀρτάβανος καίπερ ἠδικημένος ὑφʼ ὑμῶν ἐπιχειρήσεως αὐτοῦ τῇ ἀρχῇ γενομένης ἐν ἐλάσσονι τὴν καθʼ αὑτὸν ὀργὴν τῆς ὑμετέρας ἀρετῆς ποιησάμενος ἀπέστειλέν με δεξιάς τε καὶ πίστιν δώσοντα ὑμῖν, συγχωρῶν ἄδειάν τε καὶ ἀσυλίαν ὁδῶν, χρῄζων ἐπὶ φιλίᾳ προσχωρεῖν πρὸς αὐτὸν δόλου τε καὶ ἀπάτης χωρίς, δῶρά τε δώσειν ὑπισχνεῖται καὶ τιμήν, ἥτις ὑμῖν πρὸς τῇ νῦν οὔσῃ ἀρετῇ μελλήσει δυνάμει τῇ ἐκείνου ὠφελεῖν. Ἀσιναῖος δὲ αὐτὸς μὲν ὑπερβάλλεται ὁδοὺς τὰς ἐκεῖ,
τὸν ἀδελφὸν δὲ Ἀνιλαῖον ἐκπέμπει μετὰ δώρων ὁπόσα πορίσαι ἦν. καὶ ὁ μὲν ᾤχετο καὶ εἴσοδος αὐτῷ γίνεται παρὰ βασιλέα. Ἀρτάβανος δὲ ἐπεὶ θεᾶται τὸν Ἀνιλαῖον καταμόνας ἥκοντα, ἤρετο τὴν αἰτίαν τοῦ καὶ τὸν Ἀσιναῖον ἐφυστερηκότος.
ἐπεὶ δὲ πυνθάνεται αὐτὸν δείσαντα ἐν τῷ ἕλει ὑπομένειν, ὁ δὲ τούς τε πατρῴους θεοὺς ἐπώμνυτο μηδὲν κακὸν δράσειν αὐτοὺς πίστει τῇ αὐτοῦ προσκεχωρηκότας, καὶ τὴν δεξιὰν ἐδίδου, ὅπερ μέγιστον παρὰ πᾶσιν τοῖς ἐκείνῃ βαρβάροις παράδειγμα τοῦ θαρσεῖν γίνεται τοῖς ὁμιλοῦσιν·
οὐ γὰρ ἂν ψεύσαιτό τις δεξιῶν ὑπʼ αὐτοῦ δόσεων γενομένων οὐδὲ πιστεύειν ἐνδοιάσειεν, εἰ τοιᾶσδε ἀσφαλείας δόσις γίνοιτο παρὰ τῶν ἐν ὑποψίᾳ ἀδικήσειν καθεστηκότων. καὶ Ἀρτάβανος μὲν ταῦτα πράξας ἐκπέμπει τὸν Ἀνιλαῖον πείσοντα τὸν ἀδελφὸν ἐπανελθεῖν,
ἔπρασσεν δὲ ταῦτα βασιλεὺς χρῄζων ἐνστομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίαν κτήσασθαι τῶν ἐκείνου σατραπειῶν ἐν ἀποστάσει τε οὐσῶν καὶ διανοίᾳ τοῦ ἀποστησομένου μέλλων ἐλάσειν ἐπʼ αὐτούς.
ἐδεδίει γάρ, μὴ καὶ περιεχομένου πολέμῳ τῷ ἐκείνῃ κατὰ χείρωσιν τῶν ἀφεστηκότων αὐξηθῶσιν ἐπὶ μέγα οἱ περὶ τὸν Ἀσιναῖον καὶ τὴν Βαβυλωνίαν ἤτοι γε συστήσονται ἐπʼ ἀκροάσει τῇ αὐτῶν ἢ καὶ τούτου γε ἀποτυχόντες τοῦ κακῶσαι μειζόνως οὐ διαμάρτοιεν.
Ὁ μὲν δὴ ταῦτα διανοηθεὶς ἐκπέμπει τὸν Ἀνιλαῖον, ὁ δὲ πιθανὸς ἦν τῷ ἀδελφῷ τήν τε ἄλλην προθυμίαν εἰσηγούμενος τοῦ βασιλέως καὶ ὅρκιον τὸ γεγενημένον, ὥστε δὴ ἠπείγοντο ὡς τὸν Ἀρτάβανον.
ὁ δὲ ἡδονῇ αὐτοὺς δέχεται παραγενομένους ἐθαύμαζεν τε τὸν Ἀσιναῖον τοῦ ἐν ταῖς πράξεσιν εὐψύχου, θεωρῶν παντελῶς ὄντα ὀφθῆναι βραχύν τε καὶ τοῖς τὸ πρῶτον ὄψει συνελθοῦσιν ἐνδοῦναι καταφρονήματος ἀφορμὰς ὡς οὐδενὶ κρίνοιεν αὐτόν, φησί τε πρὸς τοὺς φίλους, ὡς μείζονα ἐν τῇ παραθέσει παρέχοιτο τὴν ψυχὴν τοῦ σώματος, παρά τε πότον δεικνὺς τὸν Ἀσιναῖον Ἀβδαγάσῃ τῷ αὐτοῦ στρατοπεδάρχῃ τό τε ὄνομα διασαφεῖ καὶ τὴν πᾶσαν ἀρετήν, ᾗ χρῷτο εἰς πόλεμον.
τοῦ δὲ Ἀβδαγάσου κελεύοντος συγχώρημα αὐτῷ γενέσθαι κτείναντα αὐτὸν ἄποινα ἀπολαβεῖν ὑπὲρ ὧν ὑβρίσειεν εἰς τὴν Παρθυαίων ἀρχήν ἀλλʼ οὐκ ἄν, εἶπεν ὁ βασιλεύς, συγχώρημα διδοίην ἐπʼ ἀνδρὶ πίστει τῇ εἰς ἐμὲ τεθαρρηκότι καὶ προσέτι δεξιάν τε πέμψας καὶ θεῶν ὅρκοις πιθανὸς γενέσθαι σπουδάσας.
εἰ δὲ ἀνὴρ τυγχάνεις τὰ πολέμια ἀγαθός, μηδὲν ἐπιορκίας χρῄζων τῆς ἐμῆς Παρθυαίων ἐκδίκει τὴν ἀρχὴν περιυβρισμένην· ἐπαναχωροῦντι γὰρ ἐπιθέμενος περιγίνου κράτει τῷ περὶ σὲ καὶ μετʼ ἀγνοίας τῆς ἐμῆς.
ἕωθεν δὲ μετακαλέσας τὸν Ἀσιναῖον ὥρα σοι, φησίν, ὦ νεανία, χωρεῖν ἐπὶ τὰ σαυτοῦ, μὴ καὶ πλείοσιν τῶν ἐνθάδε στρατηγῶν τὴν ὀργὴν ἐρεθίσειας ἐπιχειρεῖν σου τῇ σφαγῇ καὶ δίχα γνώμης τῆς ἐμῆς.
παρακαταθήκην δέ σοι δίδωμι τὴν Βαβυλωνίαν γῆν ἀλῄστευτόν τε καὶ ἀπαθῆ κακῶν ἐσομένην ὑπὸ τῶν σῶν φροντίδων. ἄξιον δέ μοι τυγχάνειν σου χρηστοῦ ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν, οὐκ ἐπὶ κούφοις ἀλλʼ ἐπὶ τοῖς εἰς σωτηρίαν ἀνακειμένοις.
ταῦτα εἰπὼν καὶ δῶρα δοὺς τοτηνίκα ἐκπέμπει τὸν Ἀσιναῖον. ὁ δὲ εἰς τὴν οἰκείαν παραγενόμενος φρούρια κατασκευάζει καὶ ὁπόσα πρότερον ὠχύρου, μέγας τε ἐν ὀλίγῳ γεγόνει καὶ οἷος οὐκ ἄλλος τῶν πρότερον ἐκ τοιαύτης ἀφορμῆς ἅψασθαι πραγμάτων ἐν τόλμῃ γεγονότων,
Παρθυαίων τε αὐτὸν ἐθεράπευον οἱ ταύτῃ καταπεμπόμενοι στρατηγοί· μικρὸν γὰρ ἐδόκει καὶ τῆς κατʼ αὐτὸν ἧσσον ἀρετῆς ἡ ἐκ Βαβυλωνίων προϊοῦσα τιμή. ἦν τε ἐν ἀξιώματι καὶ δυνάμει, πάντα τε ἤδη τὰ ἐπὶ τῆς Μεσοποταμίας πρὸς αὐτὸν ἦρτο πράγματα, προύκοπτέν τε αὐτῶν ἡ εὐδαιμονία ἐπὶ ἔτη πεντεκαίδεκα.
Ἀκμαζόντων δὲ αὐτοῖς τῶν ἀγαθῶν ἀρχὴ αὐτοὺς ἐπικαταλαμβάνει κακῶν ἐκ τοιᾶσδε αἰτίας, ἐπειδὴ τὴν ἀρετήν, ᾗ προύκοψαν ἐπὶ μέγα δυνάμεως, ἐκτρέπουσιν εἰς ὕβριν ἐπὶ παραβάσει τῶν πατρίων ὑπὸ ἐπιθυμιῶν καὶ ἡδονῆς ἐμπεσόντες τῶν Πάρθων τινί, στρατηγὸς δὲ ἀφίκετο τῶν ταύτῃ χωρίων,