Kitap 18
καὶ τὸ μὲν Ἀλεξάνδρου γένος εὐθὺς ἅμα τῷ φυῆναι τὴν θεραπείαν ἐξέλιπεν τῶν Ἰουδαίοις ἐπιχωρίων μεταταξάμενοι πρὸς τὰ Ἕλλησι πάτρια· ταῖς δὲ λοιπαῖς θυγατράσιν Ἡρώδου τοῦ βασιλέως ἀτέκνοις τελευτᾶν συνέπεσεν.
τῶν δὲ γενομένων Ἡρώδου ἀπογόνων οὓς κατέλεξα ἔμενον ἐν ᾧ χρόνῳ Ἀγρίππας ὁ μέγας τὴν βασιλείαν παρέλαβεν. τούτων δέ μοι τοῦ γένους προδεδηλωμένων διέξειμι λοιπόν, ὁπόσαι Ἀγρίππᾳ τύχαι συνέλθοιεν, ὥς τε αὐτῶν διάδρασιν ποιησάμενος ἐπὶ μέγιστον ἀξιώματός τε ἅμα προκόψειεν καὶ δυνάμεως.
Ἡρώδου τοῦ βασιλέως ὀλίγον πρὸ τῆς τελευτῆς Ἀγρίππας ἐν Ῥώμῃ διαιτώμενος καὶ ὁμοτροφίας καὶ συνηθείας αὐτῷ πολλῆς γενομένης πρὸς Δροῦσον τὸν Τιβερίου τοῦ αὐτοκράτορος υἱὸν καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ εἰς φιλίαν ἀφίκετο, Βερενίκης τῆς μητρὸς τιμωμένης παρʼ αὐτῇ καὶ προαγωγῶν ἠξιωκυίας τὸν υἱόν.
φύσει δὲ μέγας ὢν ὁ Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελὴς ζώσης μὲν τῆς μητρὸς οὐκ ἐξέφαινε τῆς ψυχῆς τὸ θέλον διαδιδράσκειν αὐτῆς ἠξιωκὼς τὴν ἐπὶ τοῖς τοιούτοις γενομένην ὀργήν,
ἐπεὶ δὲ Βερενίκη τελευτᾷ, γενόμενος ἐπὶ τῷ αὐτοῦ τρόπῳ, τὰ μὲν εἰς πολυτέλειαν τῆς καθʼ ἡμέραν διαίτης, τὰ δʼ εἰς τῶν δωρεῶν τὸ μὴ μέτρῳ προϊέμενον ἀνάλωσε τῶν χρημάτων, τὰ πλεῖστα δʼ εἰς τοὺς Καίσαρος ἀπελευθέρους ἐτετέλεστο ἐλπίδι πράξεως τῆς αὐτῶν, πενία τε ἐν ὀλίγῳ περὶ αὐτὸν ἦν.
καὶ τοῦτο ἦν κώλυμα τῆς ἐν Ῥώμῃ διαίτης, καὶ ὁ Τιβέριος τοῖς φίλοις τοῦ υἱέος τετελευτηκότος ἀπειπὼν φοιτᾶν εἰς ὄψιν αὐτῷ, διὰ τὸ ἀνερεθίζεσθαι πρὸς τὸ λυπεῖσθαι μνημονεύων τοῦ παιδὸς θεωρίᾳ τῇ ἐκείνων.
Διὰ μὲν δὴ ταῦτα ἐπὶ τῆς Ἰουδαίας πλέων ᾤχετο κακοπραγῶν καὶ τεταπεινωμένος ὀλέθρῳ τε ὧν εἶχεν χρημάτων καὶ ἀπορίᾳ τοῦ ἐκτίσοντος τὰ χρέα τοῖς δανεισταῖς πολλοῖς τε οὖσιν καὶ ἀλεωρὰν οὐδʼ ἡντινοῦν ἐνδιδοῦσιν, ὥστε ἀπορίᾳ τῶν ποιητέων καὶ αἰσχύνῃ τῇ ἐπʼ αὐτοῖς ὑποχωρήσας εἴς τινα πύργον ἐν Μαλάθοις τῆς Ἰδουμαίας ἐν περινοίᾳ τοῦ μεταστήσοντος αὑτὸν ἦν.
αἰσθάνεται δʼ αὐτοῦ τὴν διάνοιαν Κύπρος ἡ γυνὴ παντοία τε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τό τε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἣ ἐπʼ αὐτὰ ἐξήγαγεν·
ἐκέλευέν τε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳ τε τῆς Τιβεριάδος ἐτίμησαν.
οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδʼ ὣς ἀρκοῦντα ἦν· ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον· Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν.
Καὶ δεξαμένου Φλάκκου παρὰ τούτῳ διῆγεν παρακατεσχηκότος αὐτὸν ἐκεῖ Ἀριστοβούλου, ὃς ἀδελφὸς ὢν Ἀγρίππου διάφορός τʼ ἦν. οὐ μὴν ἐβλάπτοντο ἔχθρᾳ τῇ ἀλλήλων, ὥστε μὴ φιλίᾳ τοῦ ὑπατικοῦ τὰ εἰκότα τιμὴν φέρεσθαι.
οὐ μὴν ὅ γε Ἀριστόβουλος ἀνίει τι τοῦ πρὸς τὸν Ἀγρίππαν δυσμενοῦς μέχρι καὶ εἰς ἔχθραν αὐτὸν Φλάκκῳ καθίστησιν, αἰτίαν τοιαύτην ἐπὶ τῇ δυσμενείᾳ παραλαβών.
Δαμασκηνοὶ Σιδωνίοις περὶ ὅρων διάφοροι καθεστῶτες, μέλλοντος Φλάκκου περὶ τούτων ἀκροᾶσθαι μαθόντες τὸν Ἀγρίππαν ὡς παρʼ αὐτῷ μέγα δύναιτʼ ἂν ἠξίουν μερίδος τῆς αὐτῶν γενέσθαι, ἀργύριόν τε πλεῖστον ὡμολογεῖτο αὐτῷ.
καὶ ὁ μὲν πάντα ἐπὶ τῇ βοηθείᾳ τῶν Δαμασκηνῶν ὥρμητο πράσσειν. Ἀριστόβουλος δέ, οὐ γὰρ ἐλάνθανεν αὐτὸν ἡ ὁμολογία τῶν χρημάτων, καταγορεύει πρὸς τὸν Φλάκκον. καὶ βασανιζομένου τοῦ πράγματος ἐπεὶ φανερὰ ἦν, ἐξωθεῖ τὸν Ἀγρίππαν φιλίας τῆς πρὸς αὐτόν.
ὁ δὲ εἰς ὑστάτην περιωσμένος ἀπορίαν εἰς Πτολεμαΐδα παρῆν, καὶ κατὰ τὸ ἄπορον τῆς ἀλλαχόθι διαίτης γνώμην ἐποιεῖτο ἐπὶ τῆς Ἰταλίας πλεῖν. εἰργόμενος δὲ χρημάτων ἀπορίᾳ ἠξίου Μαρσύαν ὄντα αὐτοῦ ἀπελεύθερον ποριστὴν γενέσθαι τῶν ἐπὶ τοιούτοις μηχανῶν δανεισάμενον παρά τινος.
καὶ ὁ Μαρσύας Πρῶτον κελεύει Βερενίκης ὄντα ἀπελεύθερον τῆς Ἀγρίππου μητρός, διαθήκης δὲ τῆς ἐκείνου δικαίῳ ὑποτελοῦντα τῆς Ἀντωνίας, αὐτῷ γοῦν παρασχεῖν ἐπὶ γράμματι καὶ πίστει τῇ αὐτοῦ.
ὁ δέ, ἐπεκάλει γὰρ τῷ Ἀγρίππᾳ χρημάτων τινῶν ἀποστέρησιν, ἀναγκάζει τὸν Μαρσύαν δύο μυριάδων Ἀτθίδων συμβόλαιον ποιησάμενον πεντακοσίαις καὶ δισχιλίαις ἔλασσον λαμβάνειν. συνεχώρει δʼ ἐκεῖνος κατὰ τὸ μὴ εἶναι ἄλλως ποιεῖν.
εἰλημμένου δὲ τοῦ χρήματος τούτου Ἀγρίππας εἰς Ἀνθηδόνα παραγενόμενος καὶ λαβὼν ναῦν ἐν ἀναγωγαῖς ἦν. καὶ γνοὺς Ἐρέννιος Καπίτων ὁ τῆς Ἰαμνείας ἐπίτροπος πέμπει στρατιώτας, οἳ εἰσπράξονται αὐτὸν ἀργυρίου τριάκοντα μυριάδας θησαυρῷ τῷ Καίσαρος ὀφειλομένας ἐπὶ Ῥώμης ὑπʼ αὐτοῦ, ἀνάγκας τε ἐπετίθεσαν τοῦ μενοῦντος.
καὶ τότε μὲν πείσεσθαι τοῖς κεκελευσμένοις προσποιητὸς ἦν, νυκτὸς δʼ ἐπιγενομένης κόψας τὰ ἀπόγεια ᾤχετο ἐπʼ Ἀλεξανδρείας πλέων. ἔνθα Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ δοῦναι. ὁ δʼ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ οὐκ ἠρνεῖτο τήν τε φιλανδρίαν αὐτῆς καταπεπληγμένος καὶ τὴν λοιπὴν ἅπασαν ἀρετήν.
ἡ δὲ ὑπισχνεῖτο, καὶ ὁ Ἀλέξανδρος πέντε τάλαντα αὐτοῖς ἐν τῇ Ἀλεξανδρείᾳ δοὺς τὸ λοιπὸν ἐν Δικαιαρχείᾳ γενομένοις παρέξειν ἐπηγγέλλετο, δεδιὼς τοῦ Ἀγρίππου τὸ εἰς τὰ ἀναλώματα ἕτοιμον. καὶ Κύπρος μὲν ἀπαλλάξασα τὸν ἄνδρα ἐπὶ τῆς Ἰταλίας πλευσούμενον αὐτὴ μετὰ τῶν τέκνων ἐπὶ Ἰουδαίας ἀνέζευξεν.
Ἀγρίππας δὲ εἰς Ποτιόλους παραβαλὼν ἐπιστολὴν ὡς Τιβέριον τὸν Καίσαρα γράφει διαιτώμενον ἐν Καπρέαις, παρουσίαν τε τὴν αὐτοῦ δηλῶν ἐπὶ θεραπείᾳ καὶ ὄψει τῇ ἐκείνου, καὶ ἀξιῶν ἔφεσιν αὐτῷ γενέσθαι εἰς Καπρέας παραβαλεῖν.
Τιβέριος δὲ οὐδὲν ἐνδοιάσας τά τε ἄλλα αὐτῷ γράφει φιλανθρωπίᾳ χρώμενος, ἐκτίνει τε χάριν ἀποσημαίνων ἐπὶ τῷ σῶν ἐπανήκειν εἰς τὰς Καπρέας, ἐπεὶ δʼ ἀφικνεῖται μηδὲν ὑφελὼν τοῦ ἐν τοῖς γράμμασι προθύμου ἠσπάζετό τε καὶ ἐξένιζεν.
τῇ δʼ ἑξῆς Καίσαρι γραμμάτων αὐτῷ παρὰ Ἐρεννίου Καπίτωνος ἀφικομένων, ὅτι Ἀγρίππας μυριάδας τριάκοντα δάνεισμα ποιήσας καὶ πρὸς τὰς καταβολὰς ἐκλιπὼν χρόνον τὸν συγκείμενον ἀπαιτήσεως γενομένης οἴχοιτο φυγὰς ἐκ τῶν ὑπʼ αὐτῷ χωρίων ἄκυρον αὐτὸν καθιστὰς τῆς ἐπὶ τῷ εἰσπραξομένῳ ἐξουσίας,
ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν περιαλγεῖ τε ὁ Καῖσαρ καὶ διάκλεισιν γενέσθαι τῷ Ἀγρίππᾳ κελεύει εἰσόδων τῶν πρὸς αὐτὸν ἄχρι δὴ καταβολῆς τοῦ χρέους. ὁ δὲ μηδὲν τῇ ὀργῇ τοῦ Καίσαρος καταπλαγεὶς Ἀντωνίας δεῖται Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ ὕστερον γενομένου Καίσαρος, δάνεισμα αὐτῷ δοθῆναι τῶν τριάκοντα μυριάδων, ὡς φιλίας μὴ ἁμάρτοι τῆς πρὸς Τιβέριον.
ἡ δὲ Βερενίκης τε μνήμῃ τῆς μητρὸς αὐτοῦ, σφόδρα γὰρ ἀλλήλαις ἐχρῶντο αἵδε αἱ γυναῖκες, καὶ αὐτῷ ὁμοτροφίας πρὸς τοὺς ἀμφὶ Κλαύδιον γεγενημένης, δίδωσι τὸ ἀργύριον, καὶ αὐτῷ ἀποτίσαντι τὸ χρέος ἀνεπικώλυτος ἦν ἡ φιλία τοῦ Τιβερίου.
αὖθις δὲ αὐτῷ Τιβέριος ὁ Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦ τε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου.
καὶ γὰρ ἦν ἄλλος Σαμαρεὺς γένος Καίσαρος δὲ ἀπελεύθερος· παρὰ τούτου δάνεισμα μυριάδας ἑκατὸν εὑρόμενος τῇ τε Ἀντωνίᾳ καταβάλλει τὸ ὀφειληθὲν χρέος καὶ τῶν λοιπῶν τῷ ἀναλώματι θεραπεύων τὸν Γάιον μειζόνως ἐν ἀξιώματι ἦν παρʼ αὐτῷ.
Προϊούσης δὲ ἐπὶ μέγα τῷ Ἀγρίππᾳ τῆς πρὸς Γάιον φιλίας αἰωρουμένοις ποτὲ λόγος περὶ τοῦ Τιβερίου γίνεται, καὶ τοῦ Ἀγρίππου κατʼ εὐχὰς τραπομένου, μόνω δʼ ἤστην, ᾗ τάχος Τιβέριον ὑπεκστάντα τῆς ἀρχῆς Γαΐῳ παραχωρεῖν ἀξιωτέρῳ τὰ πάντα ὄντι, τούτων ἀκροᾶται τῶν λόγων Εὔτυχος, Ἀγρίππου δʼ ἦν ἀπελεύθερος ἡνίοχος, καὶ παραχρῆμα μὲν σιγῇ παρεδίδου.
κλοπῆς δὲ ἱματίων αὐτῷ τοῦ Ἀγρίππου ἐπικαλουμένης, καὶ ἀκριβῶς δὲ ἐκεκλόφει, φυγὼν καὶ ληφθεὶς ἀγωγῆς αὐτοῦ ἐπὶ Πείσωνα γενομένης, ὃς ἦν φύλαξ τῆς πόλεως, ἐρομένου τὴν αἰτίαν τῆς φυγῆς Καίσαρί φησιν ἀπορρήτους ἔχειν λόγους εἰπεῖν ἐπʼ ἀσφαλείᾳ τῆς σωτηρίας αὐτοῦ φέροντας, ὥστε δήσας αὐτὸν ἔστελλεν εἰς τὰς Καπρέας, καὶ Τιβέριος τῷ αὑτοῦ τρόπῳ χρώμενος εἶχεν αὐτὸν δέσμιον, μελλητὴς εἰ καί τις ἕτερος βασιλέων ἢ τυράννων γενόμενος.
οὔτε γὰρ πρεσβειῶν ὑποδοχὰς ἐκ τοῦ ὀξέος ἐποιεῖτο ἡγεμόσι τε ἢ ἐπιτρόποις ὑπʼ αὐτοῦ σταλεῖσιν οὐδεμία ἦν διαδοχή, ὁπότε μὴ φθαῖεν τετελευτηκότες· ὅθεν καὶ δεσμωτῶν ἀκροάσεως ἀπερίοπτος ἦν.
ὥστε καὶ τῶν φίλων ἐρομένων τὴν αἰτίαν τοῦ ἐπὶ τοιούτοις ὁλκῇ χρωμένου, ἔφη τὰς μὲν πρεσβείας τρίβειν, ὅπως μὴ ἀπαλλαγῆς αὐταῖς ἐκ τοῦ ὀξέος γενομένης ἕτεροι πρέσβεις ἐπιχειροτονηθέντες ἐπανίοιεν ὄχλος τε αὐτῷ γίγνοιτο ἐπιδοχαῖς αὐτῶν καὶ πομπαῖς προσκειμένῳ.
τὰς δʼ ἀρχὰς συγχωρεῖν τοῖς ἅπαξ εἰς αὐτὰς ὑπʼ αὐτοῦ καταστᾶσιν αἰδοῦς προμηθείᾳ τῶν ὑποτελῶν· φύσει μὲν γὰρ εἶναι πᾶσαν ἡγεμονίαν οἰκείαν τοῦ πλεονεκτεῖν· τὰς δὲ μὴ πατρίους, ἀλλʼ εἰς ὀλίγον καὶ ἄδηλον ὁπότε ἀφαιρεθεῖεν καὶ μειζόνως ἐξοτρύνειν ἐπὶ κλοπαῖς τοὺς ἔχοντας.
εἰ μὲν οὖν ἐφεστήκασιν εἰς πλέον, αὐτοὺς ἄδην τῶν κλοπῶν ἕξειν ὑπὸ τοῦ πολλοῦ τῶν κεκερδημένων ἀμβλυτέρως τὸ λοιπὸν αὐταῖς χρωμένους. διαδοχῆς δʼ ἐπιπαραγενομένης ἐκ τοῦ ὀξέος μηδαμῶς ἂν ἀρκέσαι τοὺς ἆθλα τοῖς ἄρχουσι προκειμένους ἀναστροφῆς αὐτοῖς οὐ διδομένης καιρῶν, ἐν οἷς πλήρεις οἱ προειληφότες γενόμενοι ὑποδιδοῖέν τε σπουδῆς τῆς ἐπὶ τῷ λαμβάνειν, διὰ τὸ πρὶν ἐν καιρῷ γενέσθαι μεταστῆναι.
παράδειγμά τε αὐτοῖς φησι τοῦτον τὸν λόγον· τραυματίᾳ τινὶ κειμένῳ μυῖαι κατὰ πλῆθος τὰς ὠτειλὰς περιέστασαν. καί τις τῶν παρατυχόντων οἰκτείρας αὐτοῦ τὴν δυστυχίαν καὶ νομίσας ἀδυναμίᾳ μὴ βοηθεῖν οἷός τʼ ἦν ἀποσοβεῖν αὐτὰς παραστάς.
καὶ δεομένου παύσασθαι τῶν ἐπὶ τοιοῖσδε, ὑπολαβὼν ἤρετο τὴν αἰτίαν τοῦ ἀπρομηθοῦς εἰς τὴν διαφυγὴν κακοῦ τοῦ ἐφεστηκότος. μειζόνως γὰρ ἂν ἀδικοῖς με, εἶπε, ταύτας ἀπαγαγών. ταῖς μέν γε ἤδη πληρωθείσαις τοῦ αἵματος οὐκέθʼ ὁμοίως ἔπειξις ὄχλον μοι παρασχεῖν, ἀλλά πῃ καὶ ἀνίσχουσιν. αἱ δʼ ἀκραιφνεῖ τῷ κατʼ αὐτὰς λιμῷ συνελθοῦσαι καὶ τετρυμένον ἤδη παραλαμβάνουσαι κἂν ὀλέθρῳ παραδοῖεν .
διὰ τάδε οὖν καὐτὸς ὑπὸ πολλῶν τῶν κλοπῶν διεφθαρμένοις τοῖς ὑποτελέσιν προμηθὲς εἶναι μὴ συνεχὲς ἐξαποστέλλειν τοὺς ἡγησομένους, οἳ ἐν τρόπῳ μυιῶν ἐκπολεμοῖεν αὐτούς, φύσει πρὸς κέρδος ὀρωρεγμένοις σύμμαχον παραλαμβάνοντες τὴν ἐλπίδα τοῦ ταχέως ἀφαιρεθησομένου τὴν ἐνθένδε ἡδονήν.
μαρτυρήσει δέ μου τῷ λόγῳ περὶ τῆς ἐπὶ τοιούτοις φύσεως Τιβερίου τὸ ἔργον αὐτό· ἔτη γὰρ δύο πρὸς τοῖς εἴκοσιν αὐτοκράτωρ γενόμενος δύο τοὺς πάντας Ἰουδαίοις ἐξέπεμψεν διοικήσοντας τὸ ἔθνος, Γρᾶτον τε καὶ Πιλᾶτον, ὃς αὐτῷ διεδέξατο τὴν ἡγεμονίαν.
καὶ οὐκ ἐπὶ μὲν Ἰουδαίων τοιοῦτος ἦν, ἑτεροῖος δὲ ἐπὶ τῶν λοιπῶν ὑπηκόων. ἀλλὰ καὶ τῶν δεσμωτῶν τὴν ὑπερβολὴν τῆς ἀκροάσεως ἀπεσήμαινεν ὑπὸ τοῦ δικαιωθεῖσι μὲν θανάτῳ κούφισιν γενέσθαι τῶν ἐνεστηκότων κακῶν, διὰ τὸ μὴ ἐπʼ ἀρετῇ τῶν ἐπὶ τοιούτοις τύχῃ συνελθεῖν, τριβομένοις δὲ ἀχθηδόνι τῇ ἐπικειμένῃ μείζονα προσρέπειν τὴν δυστυχίαν.
Διὰ μὲν δὴ τάδε καὶ Εὔτυχος ἀκροάσεώς τε οὐκ ἐτύγχανε· καὶ δεσμοῖς ἐνείχετο. χρόνου δὲ ἐγγενομένου Τιβέριός τε ἐκ τῶν Καπρεῶν εἰς Τουσκουλανὸν παραγίνεται ὅσον ἀπὸ σταδίων ἑκατὸν τῆς Ῥώμης, καὶ ὁ Ἀγρίππας ἀξιοῖ τὴν Ἀντωνίαν διαπράξασθαι γενέσθαι τῷ Εὐτύχῳ τὴν ἀκρόασιν ἐφʼ οἷστισι τὴν κατηγορίαν ποιοῖτο αὐτοῦ.
τιμία δὲ ἦν Ἀντωνία Τιβερίῳ εἰς τὰ πάντα συγγενείας τε ἀξιώματι, Δρούσου γὰρ ἦν ἀδελφοῦ αὐτοῦ γυνή, καὶ ἀρετῇ τοῦ σώφρονος· νέα γὰρ χηρεύειν παρέμεινεν γάμῳ τε ἀπεῖπεν τῷ πρὸς ἕτερον καίπερ τοῦ Σεβαστοῦ κελεύοντός τινι γαμεῖσθαι, καὶ λοιδοριῶν ἀπηλλαγμένον διεσώσατο αὐτῆς τὸν βίον.