Kitap 18
124
τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ παραγενομένων, ἃ ἐδήλου τὴν Τιβερίου τελευτήν, ὥρκισεν τὴν πληθὺν ἐπʼ εὐνοίᾳ τῇ Γαΐου. ἀνεκάλει δὲ καὶ τὸ στράτευμα ἐπὶ τὰ οἰκεῖα ἑκάστου χειμαδιᾶν πόλεμον ἐκφέρειν οὐκέθʼ ὁμοίως δυνάμενος διὰ τὸ εἰς Γάιον μεταπεπτωκέναι τὰ πράγματα.
125
ἐλέγετο δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον πρὸς τὴν ἀγγελίαν τῶν Οὐιτελλίου στρατιωτῶν φάναι μηχανὴν οὐκ εἶναι τῷ στρατῷ τῆς ἐπὶ Πετραίους ὁδοῦ· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν πολεμεῖν κελεύσαντα ἢ τὸν γνώμῃ τῇ ἐκείνου ὡρμημένον διακονεῖσθαι ἢ ἐφʼ ὃν γένοιτο ἡ παρασκευὴ τοῦ στρατεύματος.
126
καὶ Οὐιτέλλιος μὲν ἐπʼ Ἀντιοχείας ἀνεχώρησεν. Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἱὸς ἐνιαυτῷ πρότερον ἢ τελευτῆσαι Τιβέριον ἐπὶ Ῥώμης ἄνεισι πράξων τι παρὰ τῷ αὐτοκράτορι δυνάμεώς τινος αὐτῷ παραγενομένης.
127
βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περί τε Ἡρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐδʼ ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν,
128
εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δʼ ἦσαν, διαφθαρῆναι τοὺς Ἡρώδου ἀπογόνους· φέροι δʼ ἄν τι κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν,
129
ἅμα δὲ καὶ τὸν Ἀγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς.