Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

arg Ὡς Κυρίνιος ὑπὸ Καίσαρος ἐπέμφθη τιμητὴς Συρίας καὶ Ἰουδαίας καὶ ἀποδωσόμενος τὴν Ἀρχελάου οὐσίαν.
arg ὡς Κωπώνιος ἐκ τοῦ ἱππικοῦ τάγματος ἐπέμφθη ἔπαρχος Ἰουδαίας.
arg ὡς Ἰούδας ὁ Γαλιλαῖος ἔπεισεν τὸ πλῆθος μὴ ἀπογράψασθαι τὰς οὐσίας, μέχρις Ἰώζαρος ὁ ἀρχιερεὺς ἔπεισεν αὐτοὺς μᾶλλον ὑπακοῦσαι Ῥωμαίοις.
arg τίνες αἱρέσεις καὶ ὁπόσαι παρὰ Ἰουδαίοις φιλοσόφων καὶ τίνες οἱ νόμοι.
arg ὡς Ἡρώδης καὶ Φίλιππος οἱ τετράρχαι πόλεις ἔκτισαν εἰς τιμὴν Καίσαρος.
arg ὡς Σαμαρεῖς ὀστᾶ νεκρῶν διαρρίψαντες εἰς τὸ ἱερὸν τὸν λαὸν ἑπτὰ ἡμέρας ἐμίαναν.
arg ὡς Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου τελευτήσασα τὰ αὐτῆς κατέλιπεν Ἰουλίᾳ τῇ τοῦ Καίσαρος γαμετῇ.
arg ὡς Πόντιος Πιλᾶτος ἠθέλησε κρύφα εἰς Ἱεροσόλυμα εἰσενέγκαι προτομὰς Καίσαρος, ὁ δὲ λαὸς οὐ κατεδέξατο στασιάσας.
arg τὰ συμβάντα Ἰουδαίοις ἐν Ῥώμῃ κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν Σαμαρέων.
arg κατηγορία ὑπὸ Σαμαρέων Πιλάτου ἐπὶ Οὐιτελλίου καὶ ὡς Οὐιτέλλιος ἠνάγκασεν αὐτὸν ἀναβῆναι εἰς Ῥώμην λόγον τῶν πεπραγμένων ἀποδώσοντα.
arg πόλεμος Ἡρώδου τοῦ τετράρχου πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα καὶ ἧττα.
arg ὡς Τιβέριος Καῖσαρ ἔγραψεν Οὐιτελλίῳ Ἀρταβάνην μὲν τὸν Πάρθον πεῖσαι ὁμήρους αὐτῷ πέμψαι, πρὸς Ἀρέταν δὲ πολεμεῖν.
arg τελευτὴ Φιλίππου καὶ ὡς ἡ τετραρχία αὐτοῦ ἐπαρχία ἐγένετο.
arg ἀπόπλους Ἀγρίππα εἰς Ῥώμην καὶ ὡς κατηγορηθεὶς ὑπὸ τοῦ ἰδίου ἀπελευθέρου ἐδέθη.
arg ὃν τρόπον ἐλύθη ὑπὸ Γαΐου μετὰ τὴν Τιβερίου τελευτὴν καὶ ἐγένετο βασιλεὺς τῆς Φιλίππου τετραρχίας.
arg ὡς Ἡρώδης ἀναβὰς εἰς Ῥώμην ἐξωρίσθη καὶ ὡς τὴν τετραρχίαν αὐτοῦ ἐδωρήσατο Γάιος Ἀγρίππᾳ.
1 / 77 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi