Kitap 17
Καίσαρός τε συνέδριον φίλων τε τῶν αὐτοῦ καὶ Ῥωμαίων τῶν πρώτων συνάγοντος ἐν ἱερῷ Ἀπόλλωνος μεγάλοις τέλεσιν ὑπʼ αὐτοῦ ἱδρυμένῳ, οἱ μὲν πρέσβεις μετὰ τοῦ πλήθους τῶν αὐτόθι Ἰουδαίων ἀφικνοῦνται, Ἀρχέλαος δὲ μετὰ τῶν φίλων.
ὁπόσοι δὲ συγγενεῖς τοῦ βασιλέως ἦσαν Ἀρχελάῳ μὲν συντετάχθαι διὰ μῖσος τὸ πρὸς αὐτὸν ὑστέρουν, τοῖς δὲ πρέσβεσιν ὁμοψηφεῖν κατʼ αὐτοῦ δεινὸν ἡγοῦντο ἐν αἰσχύνῃ τῇ αὐτῶν οἰόμενοι γενήσεσθαι παρὰ Καίσαρι κατʼ ἀνδρὸς οἰκείου τοιάδε πράσσειν προθυμεῖσθαι.
παρῆν δὲ ἤδη καὶ Φίλιππος ἀπὸ Συρίας ἐξοτρύναντος αὐτὸν Οὐάρου τὸ μὲν κεφάλαιον ἐπὶ συνηγορίᾳ τοῦ ἀδελφοῦ, πάνυ γὰρ εὐνόει Οὔαρος αὐτῷ, γινομένης δὲ τῇ βασιλείᾳ μεταπτώσεως, καὶ τάδε ὑπώπτευεν Οὔαρος νέμησιν αὐτῆς γενήσεσθαι διὰ τὸ πολλοὺς εἶναι τοὺς αὐτονομίας γλιχομένους, οὐχ ὑστεριῶν τοῦ κἂν αὐτὸς μοῖραν αὐτῆς τινα φέρεσθαι.
Λόγου οὖν τοῖς Ἰουδαίων πρέσβεσι δοθέντος, οἳ ἐπὶ καταλύσει τῆς βασιλείας ἤλπιζον λέγειν, ἐπὶ κατηγορίᾳ τῶν Ἡρώδου παρανομιῶν τρέπονται, βασιλέα μὲν ὀνόματι ἀποφαίνοντες αὐτόν, τῶν δʼ ἐν ταῖς τυραννίσιν ἑκάστης τὸ ἀνήκεστον ἀναδεξάμενον εἰς ταὐτὸν ἐπʼ ὀλέθρῳ τῶν Ἰουδαίων συνθέντα χρῆσθαι τὰ πολλὰ καὶ φύσει τῇ αὐτοῦ προσκαινουργεῖν οὐκ ἀπηλλαγμένον.
πολλῶν γοῦν ὄντων, οἳ ὀλέθροις ἀπολώλοιεν οὐχ ἱστορήσειν πω πρότερον, πολλῷ δὲ δυστυχεστέρους πάθους ἐκείνων τοὺς ζῶντας εἶναι, οὐ μόνον ὧν ὄψει καὶ διανοίᾳ ἐπʼ αὐτοῖς ἀνιαθεῖεν, ἀλλὰ καὶ ὧν ταῖς οὐσίαις.
πόλεις τε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώς τε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων.
πενίας δὲ ἀπόρου τὸ ἔθνος ἀναπεπληκέναι σὺν ὀλίγοις εὔδαιμον παρειληφότα, τῶν τε εὐπατριδῶν ὁπότε κτείνειεν αὐτοὺς ἐπʼ ἀλόγοις αἰτίαις τὰς οὐσίας ἀποφερόμενον καὶ οἷς συγχωρήσειε τὴν ἀηδίαν τοῦ ζῆν ψίλωσιν χρημάτων καταδικάζοντα.
καὶ χωρὶς μὲν πράσσεσθαι φόρους ἐπιβαλλομένους ἑκάστοις τὸ ἐπʼ ἔτος, χωρὶς δὲ εὐπορίας εἶναι παρακαταβολὰς αὐτῷ τε καὶ οἰκείοις καὶ φίλοις καὶ τῶν δούλων οἳ ἐπʼ ἐκπράξει τῶν φόρων ἐξίοιεν διὰ τὸ μὴ εἶναι κτήσει τοῦ ἀνυβρίστως μηδʼ ὅπως μηδʼ ἀργυρίων διδομένων.
παρθένων μέντοι φθορὰς καὶ γυναικῶν αἰσχύνας, ὁπόσας ἐπὶ παροινίᾳ καὶ ἀπὸ τοῦ ἀνθρωπείου δρώμενα σιγᾶν διὰ τὸ ἡδονὴν ἴσην εἶναι τοῖς πεπονθόσι τοῦ μὴ γεγονέναι τὴν ἐκ τοῦ ἀνέκπυστα αὐτὰ εἶναι· τοσήνδε Ἡρώδην ἐπεισάγεσθαι τὴν ὕβριν αὐτοῖς, ὁπόσην οὐδʼ ἂν θηρίον ἀνθρώπων ἐπιστατεῖν δυνάμεως αὐτῷ παραγενομένης.
πολλῶν γοῦν ἀναστάσεων καὶ μεταστάσεων παραλαβουσῶν τὸ ἔθνος οὐδεμίαν ἱστορεῖσθαι πώποτε τοιάνδε δυστυχίαν ἐπελθοῦσαν αὐτῷ, παράδειγμά τε κακώσεως ἣν αὐτῷ Ἡρώδης ἐπετίθει τὸ ἔθνος·
καὶ ταῦτʼ εἰκότως ἂν γενέσθαι τὸ ἀσμένως Ἀρχέλαον βασιλέα προσειπεῖν οἰήσει τοῦ πάντʼ ὅντινʼ οὖν τὸν ἐπὶ τὴν βασιλείαν ἐσόμενον Ἡρώδου μετριώτερον φαίνεσθαι, καὶ τόν τε πατέρα συνολοφύρεσθαι αὐτῷ θεραπεύοντας, εἴ γε μετρίου τυγχάνειν δυνηθεῖεν, καὶ τἆλλα οἰκειουμένους.
τοῦ δὲ δείσαντος μὴ οὐχὶ Ἡρώδου γνήσιος πιστεύοιτο υἱός, οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος ἐπάξειν ἂν τῷ ἔθνει τὴν διάνοιαν αὐτοῦ καὶ ταῦτα μηδέπω τέλεον κρατυνάμενον ἡγεμονίαν διὰ τὸ ἐπὶ Καίσαρι δοῦναι καὶ μὴ τὴν ἐξουσίαν εἶναι,
καὶ παράδειγμα τὴν τῆς εἰς αὖθις ἀρετῆς τιθέναι τοῖς ἀρχθησομένοις μετριότητος καὶ εὐνομίας, ᾗ χρήσαιτο ἂν πρὸς αὐτούς, ἀπὸ τῆς ἐν πρώτοις ἀποδειχθείσης πράξεως ἐπί τε τοῖς πολίταις καὶ τῷ θεῷ τρισχιλίων ὁμοφύλων ἀνδρῶν σφαγὴν ἐν τῷ τεμένει ποιησάμενον. πῶς οὐκ ἂν ἤδη καὶ δικαίῳ μίσει χρῆσθαι κατʼ αὐτῶν πρὸς τῇ λοιπῇ ὠμότητι καὶ ἔγκλημα τῆς ἀντιστάσεως καὶ ἀντιλογίας ἐπὶ τῇ ἀρχῇ προφερόμενον;
ἦν δὲ κεφάλαιον αὐτοῖς τῆς ἀξιώσεως βασιλείας μὲν καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκη δὲ Συρίας γεγονότες ὑποτάσσεσθαι τοῖς ἐκεῖσε πεμπομένοις στρατηγοῖς· φανερωθήσεσθαι γὰρ οὕτως, εἴτε ἀληθῶς στασιώδεις εἶεν καὶ νεωτερισμοῖς τὰ πολλὰ προσησκημένοι εἴτε καὶ οὔ, μετριωτέρων τυχόντες οἳ ἐπιστήσονται αὐτοῖς.
Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν διὰ τὸ παρʼ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον· οὐ γὰρ δὴ τοὺς ἐγκαλεῖν ἔχοντας ἐπὶ μετρίοις παρὰ τοῦ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι·
τὰ δὲ ὑπʼ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀνετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμένων ἀμύνης γενομένης ἐγκαλοῖεν. ἐνεκάλει δὲ νεωτεροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίᾳ τοῦ πείθεσθαι δίκῃ καὶ νομίμοις ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. ταῦτα μὲν οὖν Νικόλαος.
Καῖσαρ δʼ ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δʼ ἡμερῶν ὕστερον Ἀρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δʼ ἡμίσεως χώρας ἥπερ Ἡρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο.
τὴν δʼ ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν Ἡρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν ἥ τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φορά τε ἦν τάλαντα διακόσια τὸ ἐπʼ ἔτος.
Βαταναία δὲ σὺν Τράχωνι καὶ Αὐρανῖτις σύν τινι μέρει οἴκου τοῦ Ζηνοδώρου λεγομένου Φιλίππῳ τάλαντα ἑκατὸν προσέφερεν· τὰ δʼ Ἀρχελάῳ συντελοῦντα Ἰδουμαῖοί τε καὶ Ἰουδαία τό τε Σαμαρειτικόν. τετάρτην μοῖραν οὗτοι τῶν φόρων παραλέλυντο Καίσαρος αὐτοῖς κούφισιν ψηφισαμένου διὰ τὸ μὴ συναποστῆναι τῇ λοιπῇ πληθύι.
καὶ ἦσαν πόλεις αἳ Ἀρχελάῳ ὑπετέλουν Στράτωνός τε πύργος καὶ Σεβαστὴ σὺν Ἰόππῃ καὶ Ἱεροσολύμοις· Γάζαν γὰρ καὶ Γάδαρα καὶ Ἵππον, Ἑλληνίδες εἰσὶν πόλεις, ἀπορρήξας αὐτοῦ τῆς ἀκροάσεως Συρίας προσθήκην ποιεῖται. προσῄει δὲ Ἀρχελάῳ φορὰ χρημάτων τὸ κατʼ ἐνιαυτὸν εἰς τάλαντα ἑξακόσια ἐξ ἧς παρέλαβεν ἀρχῆς.
Καὶ τάδε μὲν τοῖς Ἡρώδου υἱέσιν τῶν πατρῴων παρῆν. Σαλώμῃ δὲ πρὸς οἷς ὁ ἀδελφὸς ἐν ταῖς διαθήκαις ἀπονέμει, Ἰάμνεια δὲ ἦν ταῦτα καὶ Ἄζωτος καὶ Φασαηλὶς καὶ ἀργυρίου ἐπισήμου μυριάδες πεντήκοντα, Καῖσαρ χαρίζεται καὶ τὴν ἐν Ἀσκάλωνι βασίλειον οἴκησιν. ἦν δὲ καὶ ταύτῃ πρόσοδος ἐκ πάντων ταλάντων ἑξήκοντα τὸ ἐπʼ ἔτος· καὶ αὐτῆς ὁ οἶκος ἦν ἐν τῇ Ἀρχελάου ἀρχῇ.
κομίζονται δὲ καὶ οἱ λοιποὶ τοῦ βασιλέως συγγενεῖς ὁπόσα αἱ διαθῆκαι διηγόρευον. δυοῖν δʼ αὐτοῦ θυγατράσιν παρθένοις χωρὶς ὧν ὁ πατὴρ κατέλιπεν Καῖσαρ ἑκατέρᾳ δωρεὰν ἐπετίθει μυριάδων ἀνὰ πέντε καὶ εἴκοσι ἀργυρίου ἐπισήμου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρου υἱέσιν.
χαρίζεται δὲ καὶ ὁπόσα αὐτῷ καταλέλειπτο τοῖς παισὶν τοῦ βασιλέως ὄντα πεντακοσίων ταλάντων καὶ χιλίων, ὀλίγα τῶν σκευῶν ὑπεξελόμενος οὐχ οὕτως μεγέθει τέλους ὡς μνήμῃ τοῦ βασιλέως αὐτῷ κεχαρισμένα.
Τούτων δὲ ταύτῃ διαπεπραγμένων ὑπὸ Καίσαρος νεανίας Ἰουδαῖος μὲν τὸ γένος, ἐπὶ δὲ τῆς Σιδωνίων τεθραμμένος πόλεως παρά τινι τῶν Ῥωμαϊκῶν ἀπελευθέρων εἰσῴκισεν αὑτὸν εἰς τὴν Ἡρώδου συγγένειαν ὁμοιότητι μορφῆς, ἣ πρὸς Ἀλέξανδρον αὐτῷ τὸν ἀνῃρημένον Ἡρώδου υἱὸν ἐμαρτυρεῖτο παρὰ τοῖς θεωροῦσιν.
καὶ τοῦτο παρόρμημα ἦν αὐτῷ εἰς τὸ μεταποιεῖσθαι τῆς ἡγεμονίας. καὶ ὁμοπράγμονα παραλαβὼν ὁμόφυλον ἄνδρα, ἔμπειρον δὲ τῶν ἀμφὶ τὸ βασίλειον πονηρόν τε ἄλλως καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχοντα καὶ τοιαύτης κακίας διδάσκαλον αὐτῷ γενόμενον,
ἀπέφαινεν αὑτὸν Ἀλέξανδρον καὶ Ἡρώδου παῖδα ὄντα διακεκλεμμένον ὑπὸ τῶν ἀνελεῖν αὐτὸν ἐσταλμένων· κτείναντα γὰρ ἑτέρους, οἳ ἀπατήσειν ἔμελλον τοὺς θεωροῦντας, αὐτόν τε περιποιῆσαι καὶ τὸν ἀδελφὸν Ἀριστόβουλον.
καὶ τούτοις αὐτός τε ἀνεπτέρωτο, καὶ τοὺς ἐντυγχάνοντας οὐκ ἀπήλλακτο ἀπατᾶν, ἀλλὰ Κρήτῃ προσενεχθεὶς Ἰουδαίων ὁπόσοις εἰς ὁμιλίαν ἀφίκετο ἐπηγάγετο εἰς πίστιν, καὶ χρημάτων εὐπορηθεὶς δόσει τῇ ἐκείνων ἐπὶ Μήλου διῆρεν. πολὺ πλέονα δὲ ἦν ἐντεῦθεν ὁπόσα αὐτῷ προσῄει χρήματα πίστει τῆς βασιλείου συγγενείας καὶ ἐλπίδι τοῦ ἀπολαβεῖν τὴν πάτριον ἀρχὴν καὶ ἀμείψασθαι τοὺς εὐεργέτας.
ἐπὶ Ῥώμης ἠπείγετο παραπομπῇ τῶν ἰδιοξένων, καὶ Δικαιαρχείᾳ προσβαλὼν οὐκ ἠτύχει καὶ τοὺς τῇδε Ἰουδαίους ἀφʼ ὁμοίας ἀπάτης προσαγαγέσθαι, προσῄεσάν τε ὥσπερ βασιλεῖ οἵ τε ἄλλοι καὶ ὁπόσοις ξενία πρὸς Ἡρώδην καὶ εὔνοια ἦν.
αἴτιον δὲ ἦν τῶν ἀνθρώπων τὸ ἡδονῇ δεχόμενον τοὺς λόγους σὺν τῷ φερεγγύῳ τῆς μορφῆς· καὶ γὰρ τοῖς πάνυ ὡμιληκόσιν Ἀλεξάνδρῳ πολὺ τὸ πιστὸν ἐνετίθει τοῦ μὴ οὐχ ἕτερος ἀλλʼ αὐτὸς εἶναι, καὶ πρὸς τοὺς πλησίον ὤμνυσαν,
ὥστε καὶ προελθόντος εἰς τὴν Ῥώμην λόγου τοῦ περὶ αὐτοῦ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος ὑπαντιάζοντες ἐξῄεσαν τῷ παρὰ δόξαν τῆς σωτηρίας θειάζοντες τὸ ἔργον καὶ χάρμα ποιούμενοι διὰ τὸ μητρῷον αὐτῶν γένος, ὁπότε χωροίη κατὰ τοῦ στενωποῦ διφροφορούμενος·
καὶ πάντα βασίλειον περὶ αὐτὸν σχῆμα ἦν ἀναλώμασιν τῶν ἰδιοξένων, μεγάλαι περιστάσεις ἐγίνοντο τῆς πληθύος ἐπιβοήσεις τε εὔφημοι ὁπόσα εἰκὸς τοῖς οὕτω παρʼ ἐλπίδα σωθεῖσιν συντυγχάνειν οὐδὲν ὅ τι οὐκ ἐπράσσετο.
Καίσαρι δὲ ὡς ἀφίκετο ἀγγελία ἡ περὶ αὐτοῦ, ἠπίστει μὲν διὰ τὸ μὴ ἂν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην ἐν πράγμασιν ἐπὶ μέγα ἀνήκουσιν αὐτῷ, διδοὺς δὲ τῇ ἐλπίδι Κέλαδον τῶν αὐτοῦ τινὰ ἐξελευθέρων ὡμιληκότα τοῖς μειρακίοις πέμπει κελεύσας ἀγαγεῖν εἰς ὄψιν αὐτῷ τὸν Ἀλέξανδρον. ὁ δὲ ἀνῆγεν οὐδέν τι βελτίων ἐπὶ τῇ κρίσει τῶν πολλῶν γενόμενος.
οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλʼ ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους· αὐτουργίᾳ τε γὰρ ἐτέτρυτο ὁ ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα.
θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ διʼ ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας;
φαμένου δʼ ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας,
ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιον ἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας· φάθι δή μοι αὐτόν τε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι·
μεῖζον γὰρ τὸ ἐπιβούλευμα κακίας ἐγκεχείρηκας χρόνων οὓς γεγονὼς τυγχάνεις. καὶ δή, οὐ γὰρ ἦν ἄλλως πράσσειν, φράζει πρὸς τὸν Καίσαρα τὸ ἐπιβούλευμα, ὅν τε τρόπον καὶ ὑφʼ οὗ τυγχάνοι συγκείμενον. καὶ ὁ Καῖσαρ τὸν μὲν ψευδαλέξανδρον, οὐ γὰρ ἐψεύσατο ὁμολογίαν τὴν πρὸς αὐτόν, δραστήριον ὁρῶν αὐτουργῆσαι τῷ σώματι ἐρέσσειν ἐν τοῖς ναύταις καταλέγει, τὸν δὲ ἀναπείσαντα κτείνει.
καταδίκη δʼ ἤρκει Μηλίοις ὁπόσα ἐτετελέκεσαν εἰς τὸν Ψευδαλέξανδρον διακενῆς ἀναλωκέναι. καὶ τὰ μὲν περὶ τὸν ψευδαλέξανδρον τολμηρῶς συντεθέντα οὕτως ἀκλεῶς ἔσχεν.
Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἐπεὶ εἰς Ἰουδαίαν ἀφικνεῖται, Ἰωάζαρον τὸν Βοηθοῦ ἀφελόμενος τὴν ἀρχιερωσύνην ἐπικαλῶν αὐτῷ συστάντι τοῖς στασιώταις Ἐλεάζαρον τὸν ἐκείνου ἐπικαθίσταται ἀδελφόν.
ἀνοικοδομεῖ δὲ καὶ τὸ ἐν Ἱεριχοῦντι βασίλειον ἐκπρεπῶς, τῶν τε ὑδάτων ὁπόσα Νεαρὰν τὴν κώμην ὠφελεῖ ἐπιρρέοντα ἐξ ἡμισείας ἀπέστρεψεν ἐπαγωγὴν αὐτῷ ποιούμενος τῷ πεδίῳ φοίνιξιν ὑπʼ αὐτοῦ πεφυτευμένῳ, κώμην τε κτίσας Ἀρχελαΐδα ὄνομα αὐτῇ τίθεται.