Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

193 Σαλώμη δὲ καὶ Ἀλεξᾶς πρὶν ἔκπυστον γενέσθαι τὸν θάνατον τοῦ βασιλέως τοὺς ἐπὶ τὸν ἱππόδρομον κατακεκλημένους ἐκπέμπονται ἐπὶ τὰ αὐτῶν, φάμενοι βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα, πράσσεταί τε αὐτοῖς ἥδε εὐεργεσία μεγίστη εἰς τὸ ἔθνος.
194 ἐφανεροῦτο δʼ ἤδη ὁ θάνατος τοῦ βασιλέως, καὶ Σαλώμη καὶ Ἀλεξᾶς συναγαγόντες τὸ στρατιωτικὸν εἰς τὸ ἀμφιθέατρον τὸ ἐν Ἱεριχοῦντι πρῶτον μὲν ἐπιστολὴν ἀνέγνωσαν πρὸς τοὺς στρατιώτας γεγραμμένην ἐπὶ πίστεως εὐχαριστίᾳ καὶ εὐνοίας τῆς εἰς αὐτὸν καὶ παρακλήσει τῶν ὁμοίων παροκωχῆς Ἀρχελάῳ τῷ παιδὶ αὐτοῦ, ὃν βασιλέα καθίσταιτο.
195 εἶτα μέντοι Πτολεμαῖος τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος τὰς διαθήκας ἀνέλεγεν, αἳ λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον ἢ Καίσαρος ἐντυχόντος αὐταῖς. βοὴ οὖν εὐθὺς ἦν ἐκτιμώντων Ἀρχέλαον βασιλέα, καὶ οἱ στρατιῶται κατὰ στίφη τε αὐτοὶ καὶ οἱ ἡγεμόνες εὔνοιάν τε ὑπισχνοῦνται καὶ προθυμίαν τὴν αὐτῶν καὶ συλλήπτορα τὸν θεὸν παρεκάλουν.
196 Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς ὃ συμπομπεύσειε τῷ νεκρῷ.
197 ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν ὁ νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi