Kitap 17
arg
ὡς Ἀρχέλαος τρισχιλίους αὐτῶν ἀνεῖλεν, αὐτὸς δὲ ἔπλευσε πρὸς Καίσαρα σὺν τῷ ἀδελφῷ αὐτοῦ Ἡρώδῃ εἰς Ῥώμην πιστεύσας τὴν βασιλείαν αὐτοῦ τῷ ἀδελφῷ Φιλίππῳ.
arg
ὡς Σαβῖνος ὁ ἐν τῇ Συρίᾳ Καίσαρος ἐπίτροπος ἀνέβη εἰς Ἱεροσόλυμα βίᾳ αἰτῶν τὰ Ἡρώδου χρήματα καὶ φρούρια παρὰ τῶν Ἀρχελάου ἐπιμελητῶν.
arg
ὡς ἔπεισαν οἱ τοῦ Ἀρχελάου ἐπιμεληταὶ τὸν λαὸν χωρεῖν ἐπὶ ὅπλα καὶ πολιορκῆσαι τὸν Σαβῖνον καὶ τὸν στρατὸν ἐν τῇ Ἀντωνίᾳ. καὶ ὡς ταῦτα ἀκούσας ὁ Οὔαρος μετὰ μεγάλης δυνάμεως ἀνέβη εἰς Ἱεροσόλυμα καὶ ῥυσάμενος τὸν Σαβῖνον ἐκ τῆς πολιορκίας τοὺς αἰτίους τῆς στάσεως ἐκόλασεν καὶ καλῶς διαθεὶς τὰ ἐν τῇ Ἰουδαίᾳ ἔγραψε Καίσαρι δηλῶν αὐτῷ τὰ πραχθέντα.
arg
ὡς Καῖσαρ τὰς Ἡρώδου διαθήκας βεβαίας ἐποίησεν φυλάξας τοῖς υἱοῖς αὐτοῦ τὴν διαδοχήν. καὶ ὡς κατηγορεῖται Ἀρχέλαος ὑπὸ τῶν συγγενῶν αὐτοῦ ἐπὶ Καίσαρος καὶ νικήσας ἔλαβεν τὴν βασιλείαν, καὶ βασιλεύσας μοχθηρῶς δεκαετίαν πάλιν κατηγορηθεὶς ἐξωρίσθη εἰς Βίενναν, τὴν δὲ βασιλείαν αὐτοῦ μετέθηκεν Καῖσαρ εἰς ἐπαρχίαν.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιδ.
1
Ἀντιπάτρῳ δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳ τε τῇ ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπʼ αὐτοῖς τὸν πατέρα περιβεβληκότι οὔτι κατὰ γνώμας ἡ ἐλπὶς τοῦ αὖθις βίου ἦν· ἀπαλλαγεὶς γὰρ φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον, ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι· τοσόνδʼ ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν.