Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

96 τόν τε Ἀντίπατρον θαυμάζειν, τίνων ἐλπίδι ἐπαρθεὶς θαρσήσειεν ἐπὶ τοιαῦτα χωρεῖν μὴ ἀποτραπῆναι· διάδοχον μὲν γὰρ ἀποφήνασθαι διὰ γραμμάτων τῆς ἀρχῆς, ζῶντος δὲ ἐπʼ οὐδενὶ μειονεκτεῖν ἀξιώματός τε ἐπιφανείᾳ καὶ δυνάμει ἐξουσίας, πεντήκοντα μὲν τάλαντα ἐπέτειον πρόσοδον κομισάμενον, δωρεὰν δʼ εἰληφότα ὁδοῦ τῆς εἰς Ῥώμην τριακοσίων ταλάντων ἀριθμόν.
97 ἐπεκάλει δὲ καὶ τῶν ἀδελφῶν εἰ μὲν πονηρῶν γεγονότων κατηγορίαν προθεμένῳ μιμητῇ γεγονότι, διακενῆς δὲ τοιῶνδε ἐπαγωγὰς ἐπάγοντι αὐτῇ τῶν συγγενῶν·
98 τὰ γὰρ πάντα οὐδαμόθεν ἀλλὰ μηνύσει τῇ ἐκείνου μεμαθηκότα πρᾶξαι τὰ ἐπʼ αὐτοῖς πεπραγμένα γνώμῃ τῇ ἐκείνου, οὓς ἀπολύειν κακοῦ παντὸς κληρονόμον τῆς πατροκτονίας αὐτοῖς καθιστάμενον.
99 Ταῦθʼ ἅμα λέγων εἰς δάκρυα τρέπεται λέγειν τε ἄπορος ἦν. καὶ Νικόλαος ὁ Δαμασκηνός, φίλος τε ὢν τοῦ βασιλέως καὶ τὰ πάντα συνδιαιτώμενος ἐκείνῳ καὶ τοῖς πράγμασιν ὃν πραχθεῖεν τρόπον παρατετευχώς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν ὁπόσα ἀποδείξεών τε καὶ ἐλέγχων ἐχόμενα ἦν.
100 καὶ τοῦ Ἀντιπάτρου κατὰ δικαιολογίαν πρὸς τὸν πατέρα τετραμμένου καὶ ὁπόσα παραδείγματα τῆς εὐνοίας πρὸς αὐτὸν διεξιόντος, τὰς τιμὰς αἳ ὑπῆρχον αὐτῷ προφερόμενος, ἃς μὴ ἄν ποτε γενέσθαι μὴ οὐκ ἀρετῆς ἀξίῳ περὶ αὐτὸν γεγονότι·
101 καὶ γὰρ ὁπόσα προϊδεῖν δεήσειε πάντων προβεβουλευκέναι σωφρόνως, εἴ τέ τινα ἐδεῖτο χειρῶν, πόνῳ τῷ αὐτοῦ ἐκπεπρᾶχθαι τὰ πάντα, εἰκός τε οὐκ εἶναι τῶν ἀλλαχόθεν ἐπιβουλῶν τὸν πατέρα ἐξελόμενον αὐτὸν ἐπιβουλευτὴν καταστῆναι ἀφανίζοντα ἀρετήν, ἣ ἐπʼ ἐκείνοις ἐμαρτυρεῖτο αὐτῷ, κακίᾳ τῇ ἐπὶ τοῖσδε μελλούσῃ συνεῖναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi