Kitap 16
372
καὶ εἰ μὲν ἑτέρως σοι δοκοίη κολάζειν αὐτούς, μὴ φαίνοιο ὀργῇ τὸ πλεῖον ἢ γνώμῃ κεχρῆσθαι, εἰ δὲ τἀναντία ἀπολύειν, μὴ ἀνεπανόρθωτον εἴη σοι τὸ ἀτύχημα. ταῦτα δοκεῖ καὶ ἐν Ῥώμη τοῖς πλείστοις τῶν σῶν φίλων. καὶ ὃς σιωπήσας ἐν πολλῇ ἐγένετο συννοίᾳ κἀκεῖνον ἐκέλευσεν συμπλεῖν αὐτῷ.
373
Ὡς δʼ ἦλθεν εἰς Καισάρειαν γίνεται λόγος οὖν ἦν εὐθὺς ἅπασιν τῶν παίδων καὶ μετέωρος ἡ βασιλεία, ποῖ ποτε χωρήσειεν τὰ κατʼ αὐτοὺς ἐκδεχομένων·
374
δεινὸν γὰρ ὑπῄει πάντας δέος ἐκ παλαιοῦ καταστασιαζομένους εἰς αὐτὸ τὸ πέρας ἐλθεῖν, καὶ τοῖς μὲν πάθεσιν ἐδυσχέραινον, οὐκ ἦν δʼ οὔτε εἰπεῖν τι προπετὲς οὔτʼ ἄλλου λέγοντος ἀκούειν ἀκίνδυνον, ἀλλʼ ἐγκεκλεισμένοι τὸν ἔλεον ὀδυνηρῶς μὲν ἀναύδως δὲ τὴν ὑπερβολὴν τοῦ πάθους ἔφερον.
375
εἷς δὲ αὐτῶν πάλαι στρατιώτης ὄνομα Τίρων, υἱοῦ αὐτῷ καθʼ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πάνθʼ ὅσα καὶ τοῖς ἄλλοις ὑποδυόμενα διʼ ἡσυχίας ἦν, αὐτὸς ὑπʼ ἐλευθεριότητος ἐξελάλει καὶ βοᾶν ἠναγκάζετο πολλάκις ἐν τοῖς πλήθεσιν ἀπαρακαλύπτως λέγων,
376
ὡς ἀπόλοιτο μὲν ἡ ἀλήθεια, τὸ δὲ δίκαιον ἐκ τῶν ἀνθρώπων ἀνῃρημένον εἴη, κρατοίη δὲ τὰ ψεύσματα καὶ ἡ κακοήθεια καὶ τοσοῦτο νέφος ἐπάγοι τοῖς πράγμασιν, ὡς μηδὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων παθῶν ὁρᾶσθαι τοῖς ἁμαρτάνουσιν.
377
τοιοῦτος ὢν ἐδόκει μὲν οὐκ ἀκινδύνως παρρησιάζεσθαι, τὸ δʼ εὔλογον ἐκίνει πάντας οὐκ ἀνάνδρως αὐτοῦ πρὸς τὸν καιρὸν ἱσταμένου.