Kitap 16
336
ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφʼ οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες.
337
οἱ δὲ Ἄραβες ὑπονοήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πάντων ἐμφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ ὃ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι διὰ τούτων ἤλεγχον.
338
ὁ δὲ Νικόλαος εὐτυχίαν τινὰ ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην διʼ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων εἰς διαλλαγὰς ἐλθεῖν Ἡρώδῃ Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογεῖσθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν.
339
συνεστώτων οὖν ἐπʼ ἀλλήλους καὶ δοθείσης ἡμέρας ὁ Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων,
340
χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπʼ οὐδὲν ὑγιές, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαπατήσειεν Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων.
341
ὡς δʼ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, εἰ μὴ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ μηδʼ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας.