Kitap 16
ἐν δὲ τῷ τότε νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται πραγματευσάμενος ἥκιστα μὲν τῇ πόλει φανερὸς εἶναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων.
ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα. σπουδὴν δʼ εἶχεν ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν ἐνδοτέρω τε χωρεῖν καὶ κατὰ τὰς θήκας, ἐν αἷς ἦν τοῦ Δαυΐδου καὶ τοῦ Σολομῶνος τὰ σώματα.
καὶ δύο μὲν αὐτῷ τῶν δορυφόρων διεφθάρησαν φλογὸς ἔνδοθεν εἰσιοῦσιν ἀπαντώσης, ὡς ἐλέγετο, περίφοβος δʼ αὐτὸς ἐξῄει, καὶ τοῦ δέους ἱλαστήριον μνῆμα λευκῆς πέτρας ἐπὶ τῷ στομίῳ κατεσκευάσατο πολυτελὲς τῇ δαπάνῃ.
τούτου καὶ Νικόλαος ὁ κατʼ αὐτὸν ἱστοριογράφος μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι καὶ κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. διατελεῖ δὲ καὶ τἆλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ·
ζῶντι γὰρ ἐν τῇ βασιλείᾳ καὶ σὺν αὐτῷ κεχαρισμένως ἐκείνῳ καὶ καθʼ ὑπηρεσίαν ἀνέγραφεν, μόνων ἁπτόμενος τῶν εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος,
ὅς γε καὶ τὸν Μαριάμμης θάνατον καὶ τῶν παίδων αὐτῆς οὕτως ὠμῶς τῷ βασιλεῖ πεπραγμένον εἰς εὐπρέπειαν ἀνάγειν βουλόμενος ἐκείνης τε ἀσέλγειαν καὶ τῶν νεανίσκων ἐπιβουλὰς καταψεύδεται, καὶ διατετέλεκεν τῇ γραφῇ τὰ μὲν πεπραγμένα δικαίως τῷ βασιλεῖ περιττότερον ἐγκωμιάζων, ὑπὲρ δὲ τῶν παρανομηθέντων ἐσπουδασμένως ἀπολογούμενος.
ἐκείνῳ μὲν οὖν πολλὴν ἄν τις, ὡς ἔφην, ἔχοι τὴν συγγνώμην· οὐ γὰρ ἱστορίαν τοῖς ἄλλοις, ἀλλὰ ὑπουργίαν τῷ βασιλεῖ ταύτην ἐποιεῖτο.
ἡμεῖς δὲ καὶ γένους ὄντες ἀγχοῦ τῶν ἐξ Ἀσαμωναίου βασιλέων καὶ διὰ τοῦτο σὺν τιμῇ τὴν ἱερωσύνην ἔχοντες τὸ ψεύσασθαί τι περὶ αὐτῶν οὐκ εὐπρεπὲς ὑπειληφότες καθαρῶς καὶ δικαίως ἐκτίθεμεν τὰς πράξεις, πολλοὺς μὲν τῶν ἐγγόνων τῶν ἐκείνου καὶ βασιλεύοντας ἔτι διʼ ἐντροπῆς ἔχοντες, τὴν δʼ ἀλήθειαν πρὸ ἐκείνων τετιμηκότες, ἣν ὅτε δικαίως ἐγίνετο συνέβη τε παρʼ αὐτοῖς ἐκείνοις ὀργῆ τυγχάνειν.
Ἡρώδης δὲ διὰ τὴν ἐπιχείρησιν, ἣν ἐποιήσατο τῷ τάφῳ, χεῖρον ἐδόκει πράττειν ἐν τοῖς κατὰ τὴν οἰκίαν, εἴτε δὴ τοῦ μηνίματος ἐπιδόντος εἰς ἃ μάλιστα καὶ πρότερον ἐνόσει πλείω γενέσθαι πρὸς ἀνηκέστους ἐξελθεῖν συμφοράς, εἴτε καὶ τῆς τύχης ἐν ἐκείνῳ τὴν ἐπίθεσιν ποιουμένης ἐν οἷς τὸ κατὰ τὴν αἰτίαν εὔκαιρον οὐ μικρὰν πίστιν παρεῖχεν τοῦ διὰ τὴν ἀσέβειαν αὐτῷ τὰς συμφορὰς ἀπηντηκέναι.
στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς.
ἐστρατήγει δʼ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵνʼ ᾖ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει. καὶ τούτῳ τῷ τρόπῳ ποικίλως ἐκπεριεληλύθει τὸν πατέρα μόνος ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἅπαντα πράττειν αὐτὸς πεπιστευκώς.
ὁ δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν.
οἱ δʼ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπʼ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες.
αἵ γε μὴν γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι· συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα.
Δευτέρας οὖν ταύτης ἔριδος ἐμπεπτωκυίας οὐδʼ ὁ τοῦ βασιλέως ἀδελφὸς Φερώρας ἔξω ταραχῆς ἦν, ἰδίαν δὲ ὑπόθεσιν ὑποψίας καὶ μίσους εἶχεν· ἐμπεπτώκει μὲν γὰρ εἰς ἔρωτα δουλευούσης αὐτῷ γυναικός, ἥττητο δὲ τῆς ἀνθρώπου μεμηνότως ἐπὶ τοσοῦτον κρατούμενος, ὥστʼ αὐτῷ καὶ τῆς τοῦ βασιλέως ἐγγυηθείσης θυγατρὸς τὴν μὲν ὑπερηφανῆσαι, πρὸς δὲ τῇ δούλῃ τὸν νοῦν εἶχεν.
ἤχθετο δὲ ἀτιμασθεὶς Ἡρώδης τῷ πολλὰ μὲν εὐεργετῆσαι τὸν ἀδελφόν, δυνάμει δὲ καὶ κοινωνὸν ἔχειν τῆς βασιλείας, οὐχ ὅμοιον εἰς τὰς ἀμοιβὰς ὁρῶν, κἀν τῷ προσώπῳ δυστυχεῖν ᾤετο.
καὶ τὴν μὲν κόρην μὴ τυχὼν Φερώρα δικαίου παιδὶ Φασαήλου δίδωσιν, αὐτὸς δὲ χρόνου διελθόντος οἰόμενος ἤδη παρηκμακέναι τὴν ἐπιθυμίαν τἀδελφῷ περί τε τῶν πρώτων ᾐτιᾶτο καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, Κύπρος ἐκαλεῖτο.
Φερώρᾳ δὲ συμβουλεύει Πτολεμαῖος ἤδη ποτὲ παυσαμένῳ τῆς εἰς τὸν ἀδελφὸν ἀτιμίας καταβαλεῖν τὸν ἔρωτα· καὶ γὰρ αἰσχρὸν εἶναι δούλης ἡττώμενον ἀποστερεῖν μὲν αὑτὸν τῆς εὐνοίας τῆς παρὰ βασιλέως, αἴτιον δὲ κἀκείνῳ ταραχῆς καὶ μίσους πρὸς αὐτὸν καθίστασθαι.
ταῦτʼ ἐκεῖνος ἰδὼν λυσιτελήσοντα τῷ καὶ πρότερον ἐν διαβολαῖς γενόμενος συνεγνῶσθαι, τὴν μὲν ἄνθρωπον ἤδη καὶ παῖδα ἐξ αὐτῆς ἔχων ἀποπέμπεται, βασιλεῖ δʼ ὡμολόγει λήψεσθαι τὴν δευτέραν αὐτοῦ θυγατέρα καὶ τριακοστὴν ἡμέραν συνέθετο τοῦ γάμου, συνεπομνύμενος ὡς οὐδὲν ἔτι κοινώνημα πρὸς τὴν ἀποπεμφθεῖσαν ἔσται.
διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν τοσοῦτον ἦν ἥττων τοῦ ἔρωτος, ὥστε μηδὲν μὲν ἔτι ποιῆσαι τῶν ὡμολογημένων, πάλιν δὲ διατελεῖν ἐπὶ τῇ πρώτῃ.
ταῦτα φανερῶς ἤδη τὸν Ἡρώδην ἐλύπει καὶ πρὸς ὀργὴν ἦγεν. ἦσαν οὖν λόγοι τινὲς ἀεὶ παραπίπτοντες παρʼ αὐτοῦ, καὶ πολλοὶ τὴν ὀργὴν τοῦ βασιλέως ἀφορμὴν τῶν κατὰ Φερώρου διαβολῶν ἐποιοῦντο. διέλειπεν δὲ οὐκ ἔσθʼ ἥτις ἡμέρα οὐδʼ ὥρα, καθʼ ἣν ἀτρεμεῖν αὐτῷ συνέβαινεν, ἀλλʼ ἀεί τι προσέπιπτεν καινῶν ἀγωνισμάτων συγγενῶν καὶ φιλτάτων εἰς ἀλλήλους πεποιημένων.
τοῦτο μὲν γὰρ ἡ Σαλώμη χαλεπὴ καὶ δύσνους οὖσα τοῖς ἐκ Μαριάμμης οὐδὲ τὴν ἑαυτῆς θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ θατέρῳ τῶν νεανίσκων εἴα τῇ τοῦ γάμου πρὸς ἐκεῖνον εὐνοίᾳ χρῆσθαι, λέγειν τε εἴ τι λαλήσειεν κατʼ ἰδίαν ἀναπείθουσα καὶ μηνύειν ἑαυτῇ κἀν τοῖς προσκρούμασιν, οἷα συμβαίνει, πολλὰς ὑποψίας εἰσάγουσα.
διʼ ὧν αὐτὴ μὲν ἅπαντα τὰ κατʼ ἐκείνους ἐμάνθανεν, δύσνουν δὲ τὴν παῖδα τῷ νεανίσκῳ πεποιήκει.
χαριζομένη δʼ ἐκείνη τῇ μητρὶ πολλάκις ἔλεγεν, ὡς μέμνηνται μὲν ἰδιάζοντες ἐκεῖνοι τῆς Μαριάμμης, ἐστυγήκασι δὲ τὸν πατέρα, συνεχὲς δὲ διαπειλοῦσιν, εἰ τύχοιεν αὐτοί ποτε τῆς ἀρχῆς, τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδῃ γεγενημένους κωμογραμματεῖς καταστήσειν· ἁρμόσειν γὰρ εἰς τοιαύτην χρείαν τὸ νῦν ἐπιμελὲς αὐτῶν καὶ πρὸς παιδείαν ἐσπουδασμένον.
τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι.
ταῦτʼ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δʼ ἑξῆς πολὺ χείρω προσέπεσεν.
Ὁ γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι.
τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρʼ Ἡρώδου, πολλάκις δʼ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον.
οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο.
καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσας κάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν;
ἆρʼ οὐχ ὁρῶ τὴν σὴν προαίρεσιν, ὡς οὐ βλασφημίας ἐστοχασμένος τοὺς τοιούτους λόγους τῷ παιδὶ προσήνεγκας, ἐπιβουλὴν δὲ καὶ φάρμακον αὐτοὺς ποιούμενος τῆς ἐμῆς ἀπωλείας; τίς γὰρ ἄν, εἰ μὴ δαιμόνων ἀγαθῶν ἔτυχεν, ὥσπερ οὗτος ὁ παῖς, ἠνέσχετο τὸν πατέρα μὴ τίσασθαι διὰ τοιαύτην ὑποψίαν;
πότερον δὲ λόγον εἰς τὴν ψυχὴν ἢ ξίφος εἰς τὴν δεξιὰν ἐμβαλεῖν αὐτῷ δοκεῖς κατὰ τοῦ γεγεννηκότος; τί δέ σοι βούλεται τὸ μισοῦντά τε αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ πρὸς μόνην τὴν κατʼ ἐμοῦ βλασφημίαν εὔνοιαν ὑποκρίνασθαι καὶ περὶ τούτων λέγειν, ἃ τῆς σῆς ἀσεβείας ἦν καὶ νοῆσαι καὶ διαβαλεῖν;
ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν ἡ συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατʼ ἀξίαν καὶ μειζόνως εὐεργετῶν ἢ τυχεῖν εἰσι δίκαιοι.
Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς. Φερώρας δʼ ἐπʼ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρʼ ἐκείνης εἶναι τοὺς λόγους. ἡ δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν,
ὡς οὐδὲν εἴη παρʼ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους.
ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι· μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπʼ ἐκείνου μεμισῆσθαι.
τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, ἡ μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, ἡ δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν.
ὁ δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δʼ οὐ πιστευόμενος. ἐγένετο δʼ ἐπὶ πλεῖον ἥ τε σύγχυσις καὶ ἡ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα.
τέλος δὲ ὁ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο.
τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν ἡ Σαλώμη· παρʼ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτʼ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατʼ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν.