Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

325 Κατὰ δὲ τὸν χρόνον ἥκοντος ἐκ Καππαδοκίας πρεσβευτοῦ παρὰ Ἀρχελάου Μήλα τινός, ὃς ἦν δυνάστης τῶν ἐκείνου, βουλόμενος Ἡρώδης ἐνδείξασθαι τὴν δύσνοιαν Ἀρχελάου πρὸς αὐτὸν ἐκάλει τὸν Ἀλέξανδρον ὡς ἦν ἐν τοῖς δεσμοῖς καὶ πάλιν ἠρώτα περὶ τῆς φυγῆς, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν.
326 ὁ δὲ Ἀλέξανδρος πρὸς Ἀρχέλαον ἔφη κἀκεῖθεν εἰς Ῥώμην ὁμολογήσαντα διαπέμψειν· ἄλλο δʼ οὐδὲν οὔτʼ ἄτοπον οὔτε δυσχερὲς ἐντεθυμῆσθαι κατὰ τοῦ πατρὸς οὐδʼ ὅσα συνεσκεύασται κακοηθείᾳ τῶν ἐναντίων ἀληθὲς εἶναί τι τούτων.
327 βούλεσθαι δʼ ἂν ἔτι ζῆν καὶ τοὺς περὶ Τύραννον εἰς ἐξέτασιν ἀσφαλεστέραν, ἀλλὰ καὶ τούτους ἀπολέσθαι θᾶττον Ἀντιπάτρου τῷ πλήθει τοὺς ἰδίους ἐγκαθιστάντος φίλους.
328 Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρʼ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων.
329 ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφʼ οἷς ἧκον εἰπεῖν ἢ πράττειν δυναμένων.
330 ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων ἡ γυνὴ σύνοιδεν αὐτῷ,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi