Kitap 16
219
τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν ἡ Σαλώμη· παρʼ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτʼ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατʼ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν.
220
Ἦν μὲν γὰρ ὁ τῆς Ἀραβίας βασιλεὺς Ὀβόδας ἀπράγμων καὶ νωθὴς τὴν φύσιν, Σύλλαιος δʼ αὐτῷ διῴκει τὰ πολλὰ δεινὸς ἀνὴρ καὶ τὴν ἡλικίαν νέος ἔτι καὶ καλός.
221
ὑπὸ χρείας οὖν τινος ἐλθὼν ὡς τὸν Ἡρώδην συνδειπνῶν εἶδεν τὴν Σαλώμην, καὶ τὸν νοῦν ἔσχεν πρὸς αὐτήν, γινώσκων δʼ ὅτι καὶ χήρα τυγχάνοι διελέγετο.
222
Σαλώμη δὲ καὶ χεῖρον ἢ πάλαι φερομένη παρὰ τἀδελφῷ καὶ τὸν νεανίσκον οὐκ ἀπαθῶς ὁρῶσα πρὸς τὸν γάμον ὥρμητο, ταῖς τε μεταξὺ φοιτώντων ἐπὶ τὸ δεῖπνον ἐνεφαίνετο πλείω τε καὶ μὴ μέτρια τῆς ἐκείνων πρὸς ἀλλήλους ὁμολογίας.
223
ταῦτα δὲ αἱ γυναῖκες ἀνέφερον τῷ βασιλεῖ διαγελῶσαι τὴν ἀσχημοσύνην, Ἡρώδης δὲ καὶ παρὰ τοῦ Φερώρα προσεπυνθάνετο καὶ τηρεῖν ἠξίου παρὰ τὸ δεῖπνον, πῶς τὰ πρὸς ἀλλήλους ἐσχήκασιν. ἐκεῖνος δὲ ἀπήγγελλεν, ὅτι καὶ νεύμασιν καὶ βλέμμασιν οὐκ ἄδηλοι τῆς ὁρμῆς εἰσιν ἀμφότεροι.
224
μετὰ τοῦτο ὁ μὲν Ἄραψ ὕποπτος ὢν ἀπῄει· διαλιπὼν δὲ δύο μῆνας ἢ τρεῖς ἔρχεται πάλιν ὡς ἐπʼ αὐτῷ τούτῳ καὶ λόγους Ἡρώδῃ προσέφερεν, ἀξιῶν αὐτῷ τὴν Σαλώμην δοθῆναι πρὸς γάμον· ἔσεσθαι γὰρ οὐκ ἀλυσιτελὲς τὸ κῆδος ἐπιμιξίᾳ τῆς τῶν Ἀράβων ἀρχῆς, ἣν αὐτῷ καὶ νῦν ἤδη παρεῖναι δυνάμει καὶ μᾶλλον ὀφείλεσθαι.