Kitap 16
Ταῦτα μὲν Ἡρώδης ἐμπαθῶς ᾐτιάσατο παρὰ Καίσαρι τοὺς αὐτοῦ παῖδας. τῶν δὲ νεανίσκων ἤδη μὲν καὶ λέγοντος δάκρυα καὶ σύγχυσις ἦν· μᾶλλον δʼ ἐπεὶ κατέπαυσεν Ἡρώδης τὸν λόγον τῷ μὲν ἔξω τῆς τοιαύτης ἀσεβείας γενέσθαι τὸν λόγον πιστὸν εἶχον ἐν τῷ συνειδότι,
τὸ δʼ ἐκ τοῦ πατρὸς ἐπιφέρεσθαι τὰς διαβολὰς δυσαπολόγητον ὥσπερ ἦν ᾔδεσαν, οὐκ εὐσχημονοῦντος οὐδὲ τοῦ κατὰ παρρησίαν λόγου πρὸς τὸν καιρόν, εἰ μέλλοιεν ἐκ βίας ἀεὶ καὶ κατὰ σπουδὴν ἐλέγχειν πεπλανημένον.
ἦν οὖν ἀπορία τοῦ δύνασθαι λέγειν καὶ δάκρυα καὶ τέλος οἰμωγὴ συμπαθεστέρα, δεδοικότων μέν, εἰ δόξουσιν ἐκ τοῦ συνειδότος ἠπορῆσθαι, ῥᾳδίαν δʼ οὐχ εὑρισκομένων τὴν ἀπολογίαν ὑπό τε νεότητος καὶ ταραχῆς, ἣν ἐπεπόνθεισαν.
οὐ μὴν ὅ γε Καῖσαρ ἐπιβλέπων αὐτοὺς ὡς εἶχον ἀσύνετον ἐποιεῖτο τὸ μὴ κατὰ συνείδησιν ἀτοπωτέραν, ἀλλʼ ἐξ ἀπειρίας καὶ μετριότητος ὀκνεῖν, ἐλεεινοί τʼ ἐγεγόνεισαν τοῖς παροῦσιν ἰδίᾳ καὶ τὸν πατέρα διεκίνησαν ἀληθινῷ τῷ πάθει συνεχόμενον.
Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρʼ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί,
πάτερ, εἶπεν, ἡ μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρʼ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφʼ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες·
καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει.
τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους.
εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας ἡ παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως ἡ διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν ὁ νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας;
τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι.
βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλʼ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν.
εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, ᾧ καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπʼ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις ἢ συνωμοσίαν ἡλικιωτῶν ἢ διαφθορὰν οἰκετῶν ἢ γράμματα κατὰ σοῦ γεγραμμένα;
καίτοι τούτων ἕκαστον ἔσθʼ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, διʼ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας.
ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθʼ ἡμῶν· τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ὁ ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ· τοῦτο γὰρ ἦν ἄδικον· ἀλλʼ εἰς τοὺς οὐδʼ ὅ τι λελάλητο μὴ σιωπῶντας.
τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλʼ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν;
εἰ δʼ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; ἢ σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; ἡ δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι.
τί δʼ εἰ καὶ τῶν ἄλλων κατεφρονήσαμεν, ἐδύνατό τις φονεύσας ἀτιμώρητος μένειν ζῶντος Καίσαρος; οὔτʼ ἀσεβεῖς οὕτως ἐγέννησας οὔτʼ ἀλογίστους, ἀτυχεστέρους δʼ ἴσως ἢ σοὶ καλῶς εἶχεν.
εἰ δὲ μήτʼ αἰτίας ἔχεις μήτʼ ἐπιβουλὰς εὑρίσκεις, τί σοι πρὸς πίστιν αὔταρκες τοιαύτης δυσσεβείας; ἡ μήτηρ τέθνηκεν· ἀλλά τοι τὰ κατʼ ἐκείνην οὐδὲ παροξύνειν ἡμᾶς ἀλλὰ νουθετεῖν ἠδύνατο.
πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δʼ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην·
εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, ὦ πάτερ, ζήσομεν, οὐδʼ οὕτως μὲν εὐτυχῶς· δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία.
παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως ὁ βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπʼ ἀδικίᾳ τοῦ δεδωκότος.
Τοιαῦτα δὲ λέγοντος ὅ τε Καῖσαρ οὐδὲ πρότερον πιστεύων τῷ μεγέθει τῆς διαβολῆς ἔτι μᾶλλον ἐξηλλάττετο καὶ συνεχὲς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν ὁρῶν κἀκεῖνον ὑποσυγχυνόμενον, ἀγωνία τε τοῖς παροῦσιν ἐνεπεπτώκει καὶ περὶ τὴν αὐλὴν ὁ λόγος διαδοθεὶς ἐπίφθονον ἐποίει τὸν βασιλέα.
τὸ γὰρ ἄπιστον τῆς διαβολῆς καὶ τὸ περὶ τοὺς νεανίσκους ἐν ἀκμῇ καὶ κάλλει σωμάτων ἐλεεινὸν ἐπεσπᾶτο βοήθειαν· ἔτι δὲ μᾶλλον ἐπειδὴ καὶ τῷ λόγῳ δεξιῶς καὶ μετὰ φρονήσεως ὑπήντησεν Ἀλέξανδρος, ἦν οὐδʼ ἐκείνοις ἔτι ταὐτὸν σχῆμα, κλαίουσι μὲν ὅμως καὶ σὺν κατηφείᾳ πρὸς τὴν γῆν νενευκόσιν,
ἡ δʼ ἐλπὶς ἀμείνων ὑπεφαίνετο, καὶ δόξας ὁ βασιλεὺς ἐξ ὧν αὐτὸν ἔπειθεν εὔλογα κατηγορηκέναι διὰ τὸ μηδὲν ἔχειν ἐξελέγχειν ἀπολογίας τινὸς ἐδεῖτο.
Καῖσαρ δὲ μικρὸν ἐπισχὼν τοὺς μὲν νεανίσκους, εἰ καὶ πόρρω τῆς ἐπʼ αὐτοῖς διαβολῆς δοκοῦσιν, αὐτό γε τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους αὐτοὺς παρασχεῖν τῷ πατρί, ὡς μηδὲ γενέσθαι τὸν ἐπʼ αὐτοῖς λόγον.
Ἡρώδην δὲ παρεκάλει πᾶσαν ὑπόνοιαν ἐκβαλόντα διαλλάττεσθαι τοῖς παισίν· οὐ γὰρ εἶναι δίκαιον οὐδὲ πιστεύειν τὰ τοιαῦτα κατὰ τῶν ἐξ αὐτοῦ. δύνασθαι δὲ τὴν μετάνοιαν ἀμφοτέροις οὐ μόνον ἰάσασθαι τὰ συμβεβηκότα, παροξῦναι δὲ τὴν εὔνοιαν, ἐν ᾧ τὸ προπετὲς ἑκάτεροι τῆς ὑποψίας ἀπολογούμενοι σπουδῇ πλείονι περὶ ἀλλήλους ἀξιώσουσι κεχρῆσθαι.
τοιαῦτα νουθετῶν ἔνευσε τοῖς νεανίσκοις. ἐκείνων δὲ βουλομένων ὑποπεσεῖν ἐπὶ δεήσει προαναλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο παρʼ ἕκαστον ἐν μέρει περιπτύσσων, ὡς μηδένα τῶν παρατυγχανόντων ἐλεύθερον ἢ δοῦλον ἀπαθῆ γενέσθαι.
Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετʼ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς.
ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν,
καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν ἢ καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν.
Ἐπὶ τούτοις ἐπανῄει πάλιν εἰς τὴν Ἰουδαίαν. ἀποδημοῦντος δὲ οὐ μικρὸν μέρος ἀπέστη τῆς ἀρχῆς τὸ περὶ τὸν Τράχωνα, καὶ τούτους οἱ καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν.
Ἡρώδης δὲ πλέων σὺν τοῖς παισὶν ὡς ἐγένετο κατὰ Κιλικίαν ἐν Ἐλαιούσῃ τῇ μετωνομασμένῃ νῦν Σεβαστῇ καταλαμβάνει τὸν βασιλέα τῆς Καππαδοκίας Ἀρχέλαον, ὃς αὐτὸν ἐκδέχεται φιλοφρόνως ἡδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς καὶ τῷ τὸν Ἀλέξανδρον, ὃς εἶχεν αὐτοῦ τὴν θυγατέρα, τῆς αἰτίας ἀπολελύσθαι, δωρεάς τε ἀντέδοσαν ἀλλήλοις ἃς εἰκὸς βασιλεῖς.
ἐντεῦθεν Ἡρώδης ἐπὶ Ἰουδαίας ἐλθὼν καὶ γενόμενος ἐν τῷ ἱερῷ περὶ τῶν πεπραγμένων κατὰ τὴν ἀποδημίαν διελέγετο, τὴν Καίσαρος εἰς αὐτὸν φιλοφροσύνην καὶ τἆλλα διεξιὼν ὅσα κατὰ μέρος αὐτῷ πραχθέντα συμφέρειν ἡγεῖτο καὶ τοὺς ἄλλους εἰδέναι.
τέλος ἐπὶ νουθεσίᾳ τῶν παίδων κατέστρεφε τὸν λόγον τοὺς περὶ τὴν αὐλὴν καὶ τὸ λοιπὸν πλῆθος εἰς ὁμόνοιαν παρακαλῶν καὶ τοὺς υἱοὺς μετʼ αὐτὸν ἀποδεικνύων βασιλέας γενέσθαι, πρῶτον μὲν Ἀντίπατρον, εἶτα καὶ τοὺς ἐκ Μαριάμμης Ἀλέξανδρον καὶ Ἀριστόβουλον.
ἐν δὲ τῷ τότε πάντας ἀποβλέπειν εἰς αὐτὸν ἀξιῶν καὶ βασιλέα καὶ δεσπότην ἁπάντων δοκεῖν μήτε γήρᾳ παραποδιζόμενον, ἐν ᾧ τοῦ χρόνου τὸ πρὸς ἀρχὴν ἐμπειρότατον ἔχειν, οὔτε τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἐλαττούμενον, ἃ δύναται καὶ βασιλείας κρατεῖν καὶ παίδων ἄρχειν, τούς τε ἡγεμόνας καὶ τὸ στρατιωτικὸν εἰ πρὸς ἕνα βλέποιεν αὐτὸν ἀτάραχον ἔφη τὸν βίον ἕξειν καὶ πᾶσαν ἀφορμὴν εὐδαιμονίας ἐξ ἀλλήλων ἔσεσθαι.
ταῦτʼ εἰπὼν ἀφίησιν τὴν ἐκκλησίαν, τοῖς πλείστοις μὲν ἀρεστὰ διειλεγμένος, ἐνίοις δʼ οὐχ ὁμοίως· ἤδη γὰρ ὑπὸ τῆς ἁμίλλης καὶ τῶν ἐλπίδων ἃς ἐδεδώκει τοῖς παισὶ νενεωτέριστο πολλὰ καὶ νεωτέρων ἐφιέμενοι
Περὶ δὲ τὸν χρόνον τοῦτον συντέλειαν ἔλαβεν ἡ Καισάρεια Σεβαστή, ἣν ᾠκοδόμει δεκάτῳ μὲν ἔτει πρὸς τέλος ἐλθούσης αὐτῷ τῆς ὅλης κατασκευῆς, ἐκπεσούσης δὲ τῆς προθεσμίας εἰς ὄγδοον καὶ εἰκοστὸν ἔτος τῆς ἀρχῆς ἐπʼ ὀλυμπιάδος δευτέρας καὶ ἐνενηκοστῆς πρὸς ταῖς ἑκατόν.
ἦν οὖν εὐθὺς ἐν καθιερώσει μείζονες ἑορταὶ καὶ παρασκευαὶ πολυτελέσταται· κατηγγέλκει μὲν γὰρ ἀγῶνα μουσικῆς καὶ γυμνικῶν ἀθλημάτων, παρεσκευάκει δὲ πολὺ πλῆθος μονομάχων καὶ θηρίων ἵππων τε δρόμον καὶ τὰ πολυτελέστερα τῶν ἔν τε τῇ Ῥώμῃ καὶ παρʼ ἄλλοις τισὶν ἐπιτηδευμάτων.
ἀνετίθει δὲ καὶ τοῦτον τὸν ἀγῶνα Καίσαρι κατὰ πενταετηρίδα παρεσκευασμένος ἄγειν αὐτόν· ὁ δʼ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν.
ἰδίᾳ δὲ καὶ ἡ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντων πεντακοσίων.