Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

195 ἤχθετο δὲ ἀτιμασθεὶς Ἡρώδης τῷ πολλὰ μὲν εὐεργετῆσαι τὸν ἀδελφόν, δυνάμει δὲ καὶ κοινωνὸν ἔχειν τῆς βασιλείας, οὐχ ὅμοιον εἰς τὰς ἀμοιβὰς ὁρῶν, κἀν τῷ προσώπῳ δυστυχεῖν ᾤετο.
196 καὶ τὴν μὲν κόρην μὴ τυχὼν Φερώρα δικαίου παιδὶ Φασαήλου δίδωσιν, αὐτὸς δὲ χρόνου διελθόντος οἰόμενος ἤδη παρηκμακέναι τὴν ἐπιθυμίαν τἀδελφῷ περί τε τῶν πρώτων ᾐτιᾶτο καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, Κύπρος ἐκαλεῖτο.
197 Φερώρᾳ δὲ συμβουλεύει Πτολεμαῖος ἤδη ποτὲ παυσαμένῳ τῆς εἰς τὸν ἀδελφὸν ἀτιμίας καταβαλεῖν τὸν ἔρωτα· καὶ γὰρ αἰσχρὸν εἶναι δούλης ἡττώμενον ἀποστερεῖν μὲν αὑτὸν τῆς εὐνοίας τῆς παρὰ βασιλέως, αἴτιον δὲ κἀκείνῳ ταραχῆς καὶ μίσους πρὸς αὐτὸν καθίστασθαι.
198 ταῦτʼ ἐκεῖνος ἰδὼν λυσιτελήσοντα τῷ καὶ πρότερον ἐν διαβολαῖς γενόμενος συνεγνῶσθαι, τὴν μὲν ἄνθρωπον ἤδη καὶ παῖδα ἐξ αὐτῆς ἔχων ἀποπέμπεται, βασιλεῖ δʼ ὡμολόγει λήψεσθαι τὴν δευτέραν αὐτοῦ θυγατέρα καὶ τριακοστὴν ἡμέραν συνέθετο τοῦ γάμου, συνεπομνύμενος ὡς οὐδὲν ἔτι κοινώνημα πρὸς τὴν ἀποπεμφθεῖσαν ἔσται.
199 διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν τοσοῦτον ἦν ἥττων τοῦ ἔρωτος, ὥστε μηδὲν μὲν ἔτι ποιῆσαι τῶν ὡμολογημένων, πάλιν δὲ διατελεῖν ἐπὶ τῇ πρώτῃ.
200 ταῦτα φανερῶς ἤδη τὸν Ἡρώδην ἐλύπει καὶ πρὸς ὀργὴν ἦγεν. ἦσαν οὖν λόγοι τινὲς ἀεὶ παραπίπτοντες παρʼ αὐτοῦ, καὶ πολλοὶ τὴν ὀργὴν τοῦ βασιλέως ἀφορμὴν τῶν κατὰ Φερώρου διαβολῶν ἐποιοῦντο. διέλειπεν δὲ οὐκ ἔσθʼ ἥτις ἡμέρα οὐδʼ ὥρα, καθʼ ἣν ἀτρεμεῖν αὐτῷ συνέβαινεν, ἀλλʼ ἀεί τι προσέπιπτεν καινῶν ἀγωνισμάτων συγγενῶν καὶ φιλτάτων εἰς ἀλλήλους πεποιημένων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi