Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

141 εἰς πάντα γὰρ ἅπερ ἂν ἐπιτηδεύσειεν ἐφιλονείκει τὴν τῶν ἤδη γεγενημένων ἐπίδειξιν ὑπερβαλέσθαι, καί φασιν αὐτόν τε Καίσαρα καὶ Ἀγρίππαν πολλάκις εἰπεῖν, ὡς ἀποδέοι τὰ τῆς ἀρχῆς Ἡρώδῃ τῆς οὔσης ἐν αὐτῷ μεγαλοψυχίας· ἄξιον γὰρ εἶναι καὶ Συρίας ἁπάσης καὶ Αἰγύπτου τὴν βασιλείαν ἔχειν.
142 Μετὰ δὲ τὴν πανήγυριν ταύτην καὶ τὰς ἑορτὰς πόλιν ἄλλην ἀνήγειρεν ἐν τῷ πεδίῳ τῷ λεγομένῳ Καφαρσαβᾶ τόπον ἔνυδρον καὶ χώραν ἀρίστην φυτοῖς ἐκλέξας, ποταμοῦ τε περιρρέοντος τὴν πόλιν αὐτὴν καὶ καλλίστου κατὰ μέγεθος τῶν φυτῶν περιειληφότος ἄλσους.
143 ταύτην ἀπὸ Ἀντιπάτρου τοῦ πατρὸς Ἀντιπατρίδα προσηγόρευσεν. ἐπώνυμον δὲ καὶ τῇ μητρὶ χωρίον ὑπὲρ Ἱεριχοῦν οἰκοδομήσας ἀσφαλείᾳ τε διάφορον καὶ καταγωγαῖς ἥδιστον ἐκάλεσεν Κύπρον.
144 Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπʼ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν.
145 ὁμώνυμον δὲ αὐτῷ καὶ πόλιν περὶ τὸν αὐλῶνα τῆς Ἱεριχοῦντος ἔκτισεν ἀπιόντων κατὰ βορρᾶν ἄνεμον, διʼ ἧς καὶ τὴν πέριξ χώραν ἔρημον οὖσαν ἐνεργοτέραν ἐποίησεν ταῖς ἐπιμελείαις τῶν οἰκητόρων. Φασαηλίδα καὶ ταύτην ἐκάλει.
146 Τὰς δὲ ἄλλας εὐεργεσίας ἄπορον εἰπεῖν ὅσας ἀπέδωκεν ταῖς πόλεσιν ἔν τε Συρίᾳ καὶ κατὰ τὴν Ἑλλάδα καὶ παρʼ οἷς ποτʼ ἂν ἀποδημήσας τύχοι· καὶ γὰρ πλείους λειτουργίας καὶ δημοσίων ἔργων κατασκευὰς καὶ χρήματα τοῖς δεομένοις ἔργοις εἰς ἐπιμέλειαν τῶν προτέρων ἔργων ἐκλελοιπότων ἄφθονα χαρίσασθαι δοκεῖ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi