Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

125 Ἡρώδην δὲ παρεκάλει πᾶσαν ὑπόνοιαν ἐκβαλόντα διαλλάττεσθαι τοῖς παισίν· οὐ γὰρ εἶναι δίκαιον οὐδὲ πιστεύειν τὰ τοιαῦτα κατὰ τῶν ἐξ αὐτοῦ. δύνασθαι δὲ τὴν μετάνοιαν ἀμφοτέροις οὐ μόνον ἰάσασθαι τὰ συμβεβηκότα, παροξῦναι δὲ τὴν εὔνοιαν, ἐν ᾧ τὸ προπετὲς ἑκάτεροι τῆς ὑποψίας ἀπολογούμενοι σπουδῇ πλείονι περὶ ἀλλήλους ἀξιώσουσι κεχρῆσθαι.
126 τοιαῦτα νουθετῶν ἔνευσε τοῖς νεανίσκοις. ἐκείνων δὲ βουλομένων ὑποπεσεῖν ἐπὶ δεήσει προαναλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο παρʼ ἕκαστον ἐν μέρει περιπτύσσων, ὡς μηδένα τῶν παρατυγχανόντων ἐλεύθερον ἢ δοῦλον ἀπαθῆ γενέσθαι.
127 Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετʼ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς.
128 ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν,
129 καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν ἢ καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν.
130 Ἐπὶ τούτοις ἐπανῄει πάλιν εἰς τὴν Ἰουδαίαν. ἀποδημοῦντος δὲ οὐ μικρὸν μέρος ἀπέστη τῆς ἀρχῆς τὸ περὶ τὸν Τράχωνα, καὶ τούτους οἱ καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi