Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

83 ἤδη δὲ πλείους ἐγεγόνεισαν οἱ κἀκεῖνον ἐφʼ οἷς ἠλπίκει θεραπεύοντες καὶ τὸν Ἡρώδην ἐκ τοῦ δοκεῖν κατʼ εὔνοιαν τὰ τοιαῦτα λέγειν ὑπαγόμενοι. καὶ τούτων πολυπροσώπως καὶ πιστῶς ἀλλήλοις συναγωνιζομένων ἔτι καὶ μᾶλλον αἱ παρὰ τῶν μειρακίων ἀφορμαὶ προσεγίνοντο·
84 καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατʼ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν.
85 ἀχθόμενος γὰρ ὁ βασιλεὺς ταῖς διαβολαῖς καὶ ταπεινῶσαι βουλόμενος τοὺς ἐκ τῆς Μαριάμμης μείζονα ἀεὶ πρὸς τιμὴν Ἀντιπάτρῳ παρεῖχεν, καὶ τέλος ἡττηθεὶς ἐπεισήγαγε μὲν τὴν ἐκείνου μητέρα, Καίσαρι δὲ πολλάκις γράφων ὑπὲρ αὐτοῦ καὶ ἰδίᾳ συνίστη σπουδαιότερον.
86 Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπʼ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια.
87 Πρὸς μὲν οὖν τιμὴν καὶ τὸ πρῶτον εἶναι δοκεῖν Ἀντιπάτρῳ προυχώρει τὰ κατὰ τὴν ἀποδημίαν· καὶ γὰρ ἐν τῇ Ῥώμῃ πᾶσιν ἐπεσταλκότος Ἡρώδου τοῖς φίλοις διάσημος ἦν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi