Kitap 16
60
συνιδὼν οὖν Ἀγρίππας βιαζομένους ἀπεκρίνατο ταῦτα· διὰ μὲν τὴν Ἡρώδου πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν ἕτοιμος εἶναι πᾶν ὁτιοῦν χαρίζεσθαι Ἰουδαίοις, ἃ δὲ ἀξιοῦσιν καὶ καθʼ αὑτὰ δίκαια δοκεῖν· ὥστʼ, εἰ μὲν ἐδέοντο καὶ πλειόνων, οὐκ ἂν ὀκνῆσαι τά γε μὴ λυποῦντα τὴν Ῥωμαίων ἀρχὴν παρασχεῖν. ἐπεὶ δὲ ἃ καὶ πρότερον εἰλήφασιν ἄκυρα μὴ γενέσθαι, βεβαιοῦν αὐτοῖς ἀνεπηρεάστοις ἐν τοῖς οἰκείοις διατελεῖν ἔθεσιν.
61
τοιαῦτα εἰπὼν διέλυε τὸν σύλλογον. Ἡρώδης δὲ προσεστὼς κατησπάζετο καὶ τῆς εἰς αὐτὸν διαθέσεως ὡμολόγει χάριν. ὁ δὲ καὶ εἰς ταῦτα φιλοφρονούμενος ἴσον αὑτὸν παρεῖχεν ἀντεμπλεκόμενος καὶ κατασπαζόμενος.
62
καὶ τότε μὲν ἀνεχώρησεν· ἀπὸ δὲ Σάμου πλεῖν ὁ βασιλεὺς ἐπʼ οἴκου διέγνω καὶ τὸν Ἀγρίππαν παραιτησάμενος ἀνήχθη, κατάγεται δʼ εἰς Καισάρειαν οὐ πολλαῖς ὕστερον ἡμέραις πνευμάτων ἐπιτηδείων τυχών. κἀκεῖθεν ἐλθὼν εἰς Ἱεροσόλυμα συνήγαγεν ἐκκλησίαν πάνδημον· ἦν δὲ πολὺς κἀκ τῆς χώρας ὄχλος.
63
ὁ δὲ παρελθὼν ἀπολογισμόν τε τῆς ὅλης ἐκδημίας ἐποιήσατο καὶ τὰ περὶ τοὺς Ἰουδαίους, ὅσοι κατὰ τὴν Ἀσίαν ἦσαν, ὡς διʼ αὐτὸν ἀνεπηρεάστως εἰς τὸ λοιπὸν ἕξουσιν διηγήσατο.
64
τό τε σύμπαν ἐπὶ ταῖς εὐτυχίαις καὶ τῇ διοικήσει τῆς ἀρχῆς ὡς οὐδενὸς παραλείποιτο τῶν ἐκείνοις συμφερόντων, ἀγαλλόμενος τὸ τέταρτον τῶν φόρων ἀφίησιν αὐτοῖς τοῦ παρεληλυθότος ἔτους.
65
οἱ δὲ καὶ τῷ λόγῳ καὶ τῇ χάριτι δεδημαγωγημένοι μετὰ πλείστης χαρᾶς ἀπῄεσαν πολλὰ ἀγαθὰ συνευχόμενοι τῷ βασιλεῖ.