Kitap 16
53
καὶ τί δεῖ λέγειν, ὅσην ἐκεῖνοι παρέσχον ῥοπὴν τῷ τότε καιρῷ καὶ πόσων καὶ τίνων δωρεῶν ὑπὸ Καίσαρος ἠξιώθησαν καθʼ ἕνα, δέον ἀναμνῆσαι τῶν ἐπιστολῶν, ἃς ἔγραψεν τότε Καῖσαρ τῇ συγκλήτῳ, καὶ ὡς δημοσίᾳ τιμὰς καὶ πολιτείαν ἔλαβεν Ἀντίπατρος;
54
ἀρκέσει γὰρ ταῦτα τὰ τεκμήρια τοῦ καὶ τὰς χάριτας ἡμᾶς κατʼ ἀξίαν ἔχειν καὶ παρὰ σοῦ τὸ βέβαιον αὐτῶν αἰτεῖν, παρʼ οὗ καὶ μὴ πρότερον δοθείσας ἦν ἐλπίσαι τὴν τοῦ βασιλέως πρὸς ὑμᾶς διάθεσιν καὶ τὴν ὑμετέραν πρὸς αὐτὸν ὁρῶσιν.
55
ἀπαγγέλλεται δʼ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρʼ ἐκείνου ξένια προσήκω.
56
ταῦτα γὰρ πάντα καὶ ἔθνει καὶ πόλει πρὸς ἄνδρα τοσούτων ἐπιστατοῦντα πραγμάτων δεξιώματα καὶ σύμβολα φιλίας χρὴ δοκεῖν, ἣν ἀπέδωκας τῷ Ἰουδαίων ἔθνει τῆς Ἡρώδου προξενούσης αὐτὴν ἑστίας.
57
τούτων ὑπομιμνήσκοντές σε καὶ αὐτοῦ τοῦ παρόντος καὶ συγκαθεζομένου βασιλέως ἠξιώκαμεν περιττὸν οὐδέν, ἃ δʼ αὐτοὶ δεδώκατε ταῦθʼ ὑπʼ ἄλλων μὴ περιιδεῖν ἀφαιρουμένους.
58
Τοιαῦτα μὲν τοῦ Νικολάου διελθόντος ἐγένετο οὐδεμία τῶν Ἑλλήνων ἀντικατάστασις· οὐδὲ γὰρ ὡς ἐν δικαστηρίῳ περὶ τῶν προκειμένων διελάμβανον, ἀλλʼ ἦν ἔντευξις ὧν ἐβιάζοντο.
59
κἀκείνων ἀπολογία μὲν οὐδεμία τοῦ μὴ ταῦτα ποιεῖν, πρόφασις δέ, ὡς τὴν χώραν αὐτῶν νεμόμενοι πάντα νῦν ἀδικοῖεν. οἱ δὲ ἐγγενεῖς τε αὑτοὺς ἐδείκνυσαν κἀν τῷ τὰ οἰκεῖα τιμᾶν μηδὲν λυποῦντες οἰκεῖν.