Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

 
Μαριάμμην δὲ τὴν αὐτοῦ γυναῖκα, δυνατὸν γὰρ οὐκ ἦν ἐν διαφορᾷ τῇ πρὸς τὴν ἀδελφὴν καὶ τὴν μητέρα τὴν ἐκείνου δίαιταν τὴν αὐτὴν ἔχειν, ἐν Ἀλεξανδρείῳ σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ κατεστήσατο Ἰώσηπον τὸν ταμιαίαν καὶ τὸν Ἰτουραῖον Σόαιμον ἐπʼ αὐτῶν καταλιπών, πιστοτάτους μὲν ἐξ ἀρχῆς γενομένους αὐτῷ, τότε δὲ προφάσει τιμῆς φρουρεῖν ἀπολειφθέντας τὰς γυναῖκας.
 
ἦν δὲ κἀκείνοις ἐντολὴ μαθόντας τι περὶ αὐτοῦ δυσχερὲς ἐξ αὐτῆς ἀμφοτέρας μεταχειρίσασθαι, τὴν δὲ βασιλείαν εἰς δύναμιν τοῖς παισὶν αὐτοῦ σὺν τἀδελφῷ Φερώρᾳ διατηρεῖν.
 
Ταύτας δοὺς τὰς ἐντολὰς αὐτὸς εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. κἀπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δʼ ἄλλου περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε καὶ κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνεν τὸ μεγαλεῖον τοῦ κατʼ αὐτὸν φρονήματος,
 
οὔτʼ εἰς ἱκεσίαν, ὡς εἰκὸς ἐπὶ τοιούτοις, τραπόμενος οὔτε δέησίν τινα προτείνων ὡς ἐφʼ ἡμαρτημένοις, ἀποδοὺς δὲ τὸν λογισμὸν τῶν πεπραγμένων ἀνυποτιμήτως.
 
ἔλεγεν γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ γενέσθαι μεγίστην πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπʼ ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατείας μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ.
 
καὶ ταῦτʼ εἶναι μετριώτερα τῶν ἐπιβαλλόντων αὐτῷ γενέσθαι· τὸν γὰρ ὁμολογοῦντα μὲν εἶναι φίλον, εὐεργέτην δʼ ἐκεῖνον ἐπιστάμενον, παντὶ μέρει καὶ ψυχῆς καὶ σώματος καὶ περιουσίας συγκινδυνεύειν δέον ὧν αὐτὸς ἔλαττον ἢ καλῶς εἶχεν ἀναστραφεὶς ἀλλʼ ἐκεῖνό γε συνειδέναι καλῶς ἑαυτῷ πεποιηκότι τὸ μηδʼ ἡττηθέντα τὴν ἐν Ἀκτίῳ μάχην καταλιπεῖν,
 
μηδὲ συμμεταβῆναι ταῖς ἐλπίσιν φανερῶς ἤδη μεταβαινούσης καὶ τῆς τύχης, φυλάξαι δʼ αὑτὸν, εἰ καὶ μὴ συναγωνιστὴν ἀξιόχρεων, ἀλλὰ σύμβουλόν γε δεξιώτατον Ἀντωνίῳ τὴν μίαν αἰτίαν τοῦ κἂν σώζεσθαι καὶ μὴ τῶν πραγμάτων ἐκπεσεῖν ὑποδεικνύντα, Κλεοπάτραν ἐπανελέσθαι·
 
προανῃρημένης γὰρ ἐκείνης αὐτῷ τε τῶν πραγμάτων ἄρχειν ὑπεῖναι καὶ τὰς πρὸς σὲ συμβάσεις ῥᾷον εὑρίσκεσθαι τῆς ἔχθρας. ὧν οὐδὲν ἐκεῖνος ἐννοηθεὶς ἀλυσιτελῶς μὲν αὐτῷ, συμφερόντως δὲ σοὶ προετίμησεν τὴν ἀβουλίαν.
 
νῦν οὖν εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδʼ ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι· τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον αὐτὸ τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται.
 
Τοιαῦτα λέγων καὶ παράπαν ἐμφαίνων τὸ τῆς ψυχῆς ἐλευθέριον οὐ μετρίως ἐπεσπᾶτο τὸν Καίσαρα φιλότιμον ὄντα καὶ λαμπρόν, ὥστʼ αὐτῷ τὰς τῶν ἐγκλημάτων αἰτίας σύστασιν ἤδη τῆς πρὸς ἐκεῖνον εὐνοίας πραγματεύεσθαι.
 
καὶ τό τε διάδημα πάλιν ἀποκαθίστησιν αὐτῷ καὶ προτρεψάμενος μηδὲν ἐλάττω περὶ αὐτὸν ἢ πρότερον ἦν περὶ τὸν Ἀντώνιον φαίνεσθαι, διὰ πάσης ἦγε τιμῆς, προσθεὶς ὅτι καιταιδιος γράψειεν, ἁπάσῃ προθυμίᾳ τὰ πρὸς τοὺς μονομάχους αὐτῷ συλλαβέσθαι τὸν Ἡρώδην.
 
τοσαύτης ἀποδοχῆς ἠξιωμένος καὶ παρʼ ἐλπίδας ὁρῶν αὐτῷ πάλιν ἐξ ὑπαρχῆς βεβαιοτέραν τὴν βασιλείαν δόσει Καίσαρος καὶ δόγματι Ῥωμαίων, ὅπερ ἐκεῖνος αὐτῷ πρὸς τὸ βέβαιον ἐπραγματεύσατο, παρέπεμψεν ἐπʼ Αἰγύπτου Καίσαρα, δωρησάμενος ὑπὲρ δύναμιν αὐτόν τε καὶ τοὺς φίλους καὶ πᾶσαν ἐμφαίνων μεγαλοψυχίαν.
 
ᾐτεῖτο δὲ καὶ τῶν Ἀντωνίῳ συνήθων Ἀλέξανδρον ὡς μηδὲν ἀνήκεστον παθεῖν, ἀλλὰ τούτου μὲν οὐκ ἔτυχεν ὅρκῳ προκατειλημμένου Καίσαρος·
 
ἐπανῄει δὲ πάλιν εἰς τὴν Ἰουδαίαν πλείονί τε τιμῇ καὶ παρρησίᾳ καὶ τοῖς τὰ ἐναντία προσδοκήσασιν ἔκπληξιν παρέσχεν ὡς ἀεὶ τὸ λαμπρότερον ἐκ τῶν κινδύνων κατʼ εὐμένειαν τοῦ θεοῦ προσεπικτώμενος. εὐθὺς οὖν περὶ τὴν ὑποδοχὴν ἐγεγόνει Καίσαρος ἀπὸ Συρίας εἰς Αἴγυπτον εἰσβαλεῖν μέλλοντος.
 
κἀπειδὴ παρῆν, δέχεται μὲν αὐτὸν ἐν Πτολεμαΐδι πάσῃ τῇ βασιλικῇ θεραπείᾳ, παρέσχεν δὲ καὶ τῷ στρατεύματι ξένια καὶ τῶν ἐπιτηδείων ἀφθονίαν. κἀν τοῖς εὐνουστάτοις ἐξητάζετο τάς τε δυνάμεις ἐκτάττοντος συνιππαζόμενος καὶ δεχόμενος αὐτὸν καὶ φίλους ἀνδρῶσιν ἑκατὸν καὶ πεντήκοντα πᾶσιν εἰς πολυτέλειαν καὶ πλοῦτον ὑπηρεσίας ἠσκημένοις.
 
παρέσχεν δὲ καὶ τὴν ἄνυδρον διερχομένοις τὴν τῶν ἐπειγόντων χορηγίαν, ὡς μήτε οἴνου μήτε ὕδατος, ὃ καὶ μᾶλλον ἦν ἐν χρείᾳ τοῖς στρατιώταις, ὑστερηθῆναι. αὐτόν γε μὴν Καίσαρα ταλάντοις ὀκτακοσίοις ἐδωρήσατο καὶ παρέστησεν ἅπασιν ἔννοιαν λαβεῖν, ὅτι τῆς βασιλείας ἧς εἶχεν πολὺ μείζω καὶ λαμπρότερα κατὰ τὰς ὑπουργίας ἐπεδείκνυτο.
 
τοῦτʼ αὐτὸν καὶ μᾶλλον εἰς πίστιν εὐνοίας καὶ προθυμίας ἐπισυνίστη καὶ πλεῖστον ἠνέγκατο τῇ χρείᾳ τοῦ καιροῦ τὸ μεγαλόψυχον ἁρμόσας. ὁ δὲ καὶ πάλιν ἐπανιόντων ἀπʼ Αἰγύπτου τῶν πρώτων οὐδενὸς τὰς ὑπηρεσίας ἥττων ἐφάνη.
 
Τότε μέντοι γενόμενος ἐν τῇ βασιλείᾳ τεταραγμένην αὐτῷ τὴν οἰκίαν καταλαμβάνει καὶ χαλεπῶς ἐχούσας τήν τε γυναῖκα Μαριάμμην καὶ τὴν μητέρα τὴν ἐκείνης Ἀλεξάνδραν.
 
οἰηθεῖσαι γάρ, ὅπερ ἦν ὕποπτον, οὐκ εἰς ἀσφάλειαν τῶν σωμάτων εἰς ἐκεῖνο κατατεθῆναι τὸ χωρίον, ἀλλʼ ὡς φρουρᾷ μηθενὸς μήτε τῶν ἄλλων μήθʼ αὑτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον.
 
ἥ τε Μαριάμμη τὸν μὲν ἔρωτα τοῦ βασιλέως ὑπόκρισιν ἄλλως καὶ πρὸς τὸ συμφέρον αὐτῷ γινομένην ἀπάτην ὑπελάμβανεν, ἤχθετο δὲ τῷ μηδʼ εἰ πάσχοι τι δεινὸν ἐκεῖνος ἐλπίδα τοῦ βιώσεσθαι διʼ αὐτὸν ἐσχηκέναι καὶ τὰς Ἰωσήπῳ δοθείσας ἐντολὰς ἀνεμνημόνευεν, ὥστʼ ἤδη διὰ θεραπείας εἶχεν τοὺς φρουροὺς καὶ μᾶλλον τὸν Σόαιμον, ἐν ἐκείνῳ τὸ πᾶν ἐπισταμένη.
 
Σόαιμος δὲ κατὰ μὲν τὰς ἀρχὰς πιστὸς ἦν οὐδὲν ὧν Ἡρώδης ἐνετέταλτο παριείς, λόγοις δὲ καὶ δωρεαῖς λιπαρέστερον τῶν γυναικῶν ἐκθεραπευουσῶν αὐτὸν ἡττᾶτο κατὰ μικρὸν ἤδη καὶ τέλος ἐξεῖπεν ἁπάσας τὰς ἐντολὰς τοῦ βασιλέως, μάλιστα μὲν οὐδʼ ἐλπίσας αὐτὸν ἐπὶ τῆς αὐτῆς ὑποστρέψειν ἐξουσίας·
 
ἐν ᾧ καὶ μᾶλλον ἐκφυγὼν τὸν ἀπʼ αὐτοῦ κίνδυνον οὐ μικρὰ χαριεῖσθαι ταῖς γυναιξὶν ὑπελάμβανεν, αἷς ἦν εἰκὸς οὐκ ἀποτεύξεσθαι τοῦ περιόντος ἀξιώματος, ἀλλὰ καὶ πλέον εἰς τὴν ἀμοιβὴν ἕξειν εἰ βασιλευούσας ἢ τοῦ βασιλεύοντος ἀγχοῦ γενησομένας.
 
ἐπήλπιζε δʼ αὐτὸν οὐχ ἧττον, εἰ καὶ πάντα κατὰ νοῦν πράξας ὑποστρέψειεν Ἡρώδης, μηδὲν ὅτι τῇ γυναικὶ δυνήσεσθαι βουλομένῃ γε ἀντειπεῖν· ἠπίστατο γὰρ τὸν πρὸς τὴν Μαριάμμην ἔρωτα μείζονα λόγου τῷ βασιλεῖ.
 
ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δʼ εἰ τύχοι τὸν μετʼ αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατʼ αὐτὴν πάθους.
 
Ὁ μὲν γὰρ ἐπὶ μεγάλοις οἷς παρʼ ἐλπίδας εὐτυχήκει καταπεπλευκὼς πρώτῃ μέν, ὡς εἰκός, τῇ γυναικὶ περὶ τούτων εὐηγγελίζετο, μόνην δὲ ἐκ πάντων διὰ τὸν ἔρωτα καὶ τὴν οὖσαν αὐτῷ συνήθειαν προτιμῶν ἠσπάζετο.
 
τῇ δʼ οὔτε τὰς εὐημερίας διηγουμένου χαίρειν μᾶλλον ἢ χαλεπῶς φέρειν συνέβαινεν οὔτʼ ἐπικρύπτεσθαι τὸ πάθος δυνατὸν ἦν. ἀλλʼ ὑπʼ ἀδοξίας καὶ τῆς περιούσης εὐγενείας πρὸς μὲν τοὺς ἀσπασμοὺς ἀνέστενεν, τοῖς δὲ διηγήμασιν ἄχθεσθαι μᾶλλον ἢ συγχαίρειν ἐνέφαινεν, ὡς οὐχ ὕποπτα μόνον ἀλλὰ καὶ καταφανῆ γινόμενα τὸν Ἡρώδην ἐπιταράττειν.
 
ἠδημόνει μὲν γὰρ ὁρῶν τὸ παράλογον τῆς γυναικὸς εἰς αὐτὸν μῖσος οὐκ ἀποκεκρυμμένον, ἤχθετο δὲ τῷ πράγματι καὶ τὸν ἔρωτα φέρειν ἀδυνατῶν ταῖς τε ὀργαῖς καὶ ταῖς διαλλαγαῖς οὐκ ἐνέμενεν, ἀεὶ δὲ ἀπὸ θατέρου μεταβαίνων εἰς θάτερον ἐφʼ ἑκατέρῳ πολλὴν εἶχεν ἀπορίαν.
 
οὕτως οὖν ἐν μέσῳ τοῦ στυγεῖν καὶ στέργειν ἀποληφθεὶς καὶ πολλάκις ἕτοιμος ὢν ἀμύνασθαι τῆς ὑπερηφανίας αὐτὴν διὰ τὸ προκατειλῆφθαι τὴν ψυχὴν ἀσθενέστερος εἰς τὸ μεταστήσασθαι τὴν ἄνθρωπον ἐγίνετο. τὸ δὲ σύμπαν ἡδέως ἂν ἐκείνην κολάσας ἐδεδοίκει, μὴ λάθοι μείζονα παρʼ αὐτοῦ τὴν τιμωρίαν ἀποθανούσης εἰσπραττόμενος.
 
Συνιδοῦσαι δʼ οὕτως αὐτὸν ἔχοντα πρὸς τὴν Μαριάμμην ἥ τε ἀδελφὴ καὶ ἡ μήτηρ κάλλιστον ᾠήθησαν τὸν καιρὸν τοῦ πρὸς ἐκείνην μίσους εἰληφέναι καὶ διελάλουν οὐ μικρῶς παροξύνουσαι τὸν Ἡρώδην διαβολαῖς μῖσος ὁμοῦ καὶ ζηλοτυπίαν ἐμποιεῖν δυνησομέναις.
 
ὁ δʼ οὔτε τῶν τοιούτων ἀηδῶς ἤκουσεν λόγων οὔτε δρᾶν τι κατὰ τῆς γυναικὸς ὡς πεπιστευκὼς ἀπεθάρρει, χεῖρον μέντοι πρὸς αὐτὴν εἶχεν ἀεὶ καὶ τὸ πάθος ἀντεξεκαίετο, τῆς μὲν οὐκ ἀποκρυπτομένης τὴν διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταλαμβάνοντος.
 
κἂν εὐθὺς ἐπράχθη τι τῶν ἀνηκέστων· νῦν δὲ Καίσαρος ἀγγελθέντος κρατεῖν τῷ πολέμῳ καὶ τεθνηκότων Ἀντωνίου καὶ Κλεοπάτρας ἔχειν Αἴγυπτον, ἐπειγόμενος εἰς τὸ Καίσαρι ἀπαντᾶν κατέλιπεν ὡς εἶχεν τὰ περὶ τὴν οἰκίαν.
 
ἐξιόντι δὲ Μαριάμμη παραστησομένη τὸν Σόαιμον πολλήν τε χάριν τῆς ἐπιμελείας ὡμολόγει καὶ μεριδαρχίαν αὐτῷ παρὰ τοῦ βασιλέως ᾐτήσατο.
 
κἀκεῖνος μὲν τυγχάνει τῆς τιμῆς. Ἡρώδης δὲ γενόμενος ἐν Αἰγύπτῳ Καίσαρί τε μετὰ πλείονος παρρησίας εἰς λόγους ἦλθεν ὡς ἤδη φίλος καὶ μεγίστων ἠξιώθη· τῶν τε γὰρ Κλεοπάτραν δορυφορούντων Γαλατῶν τετρακοσίοις αὐτὸν ἐδωρήσατο καὶ τὴν χώραν ἀπέδωκεν αὐτῷ πάλιν, ἣν διʼ ἐκείνης ἀφῃρέθη. προσέθηκεν δὲ καὶ τῇ βασιλείᾳ Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν ἔτι δὲ τῆς παραλίου Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόπην καὶ Στράτωνος πύργον.
 
Ἐπιτυχὼν δὲ καὶ τούτων λαμπρότερος ἦν, καὶ τὸν μὲν Καίσαρα παρέπεμψεν ἐπʼ Ἀντιοχείας, αὐτὸς δʼ ἐπανελθὼν ὅσον ᾤετο τὰ πράγματα αὐτῷ διὰ τῶν ἔξωθεν ἐπιδιδόναι πρὸς εὐδαιμονίαν, τοσοῦτον ἔκαμνεν τοῖς οἰκείοις καὶ μάλιστα περὶ τὸν γάμον, ἐν ᾧ καὶ μᾶλλον εὐτυχεῖν ἐδόκει πρότερον· ἔρωτα γὰρ οὐδενὸς ἐλάττω τῶν ἱστορουμένων ἐπεπόνθει μετὰ τοῦ δικαίου τῆς Μαριάμμης.
 
ἡ δὲ τὰ μὲν ἄλλα σώφρων καὶ πιστὴ πρὸς αὐτὸν ἦν, εἶχεν δέ τι καὶ γυναικεῖον ὁμοῦ καὶ χαλεπὸν ἐκ φύσεως, ἱκανῶς μὲν ἐντρυφῶσα δεδουλωμένῳ διὰ τὴν ἐπιθυμίαν καὶ τὸ βασιλεύεσθαι καὶ κρατεῖν ἄλλον αὐτῆς οὐ συγκαταλογιζομένη τῷ καιρῷ πολλάκις μὲν ὑβριστικῶς αὐτῷ προσηνέχθη καὶ τοῦτʼ ἐκεῖνος ἐξειρωνευόμενος ἔφερεν ἐγκρατῶς καὶ μειζόνως,
 
ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστʼ ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας.
 
ἥ τε ὑποψία τρεφομένη παρέτεινεν ἐνιαυτοῦ μῆκος ἐξ οὗ παρὰ Καίσαρος Ἡρώδης ὑπεστρόφει. τέλεον μέντοι προοικονομούμενον ἐκ πλείονος ἐξερράγη τοιαύτης ἀφορμῆς ἐγγενομένης·
 
κατακλινόμενος ὁ βασιλεὺς ὡς ἀναπαύσασθαι μεσημβρίας οὔσης ἐκάλει τὴν Μαριάμμην ὑπὸ φιλοστοργίας, ἧς ἀεὶ περὶ αὐτὴν εἶχεν. ἡ δὲ εἰσῆλθεν μέν, οὐ μὴν καὶ κατεκλίθη σπουδάζοντος ἐκφαυλίσασα καὶ προσλοιδορηθεῖσα, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν αὐτῆς ὡς ἀπεκτόνοι.
 
χαλεπῶς δʼ ἐκείνου τὴν ὕβριν ἐνηνοχότος καὶ γεγονότος εἰς προπέτειαν ἑτοίμου, τῆς ταραχῆς αἰσθομένη μείζονος ἡ τοῦ βασιλέως ἀδελφὴ Σαλώμη παρεσκευασμένον ἐκ πλείστου τὸν οἰνοχόον εἰσπέμπει κελεύουσα λέγειν, ὡς πείθοι Μαριάμμη φίλτρον αὐτῇ συγκατασκευάσαι τῷ βασιλεῖ.
 
κἂν ταραχθῇ καὶ πυνθάνηται, τί ποτε τοῦτʼ ἦν, λέγειν ὅτι φάρμακον ἐκείνης μὲν ἐχούσης αὐτοῦ δὲ διακονῆσαι παρακαλουμένου, μὴ κινηθέντος δʼ ἐπὶ τῷ φίλτρῳ τὸν λόγον ἀργὸν ἐᾶν· οὐδένα γὰρ αὐτῷ κίνδυνον φέρειν. τοιαῦτα προδιδάξασα κατʼ ἐκεῖνον τὸν καιρὸν εἰσπέμπει διαλεξόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi