Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

 
τὸν γὰρ ναὸν τοῦτον ᾠκοδόμησαν μὲν τῷ μεγίστῳ θεῷ πατέρες ἡμέτεροι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἐνδεῖ δʼ αὐτῷ πρὸς τὸ μέγεθος εἰς ὕψος ἑξήκοντα πήχεις· τοσοῦτον γὰρ ὑπερεῖχεν ὁ πρῶτος ἐκεῖνος, ὃν Σολομῶν ἀνῳκοδόμησεν.
 
καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω· γέγονεν γὰρ οὐ παρʼ ἐκείνους ἐλάττων ὁ ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος ὁ Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετʼ ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος.
 
ἐπειδὴ δὲ νῦν ἐγὼ μὲν ἄρχω θεοῦ βουλήσει, περίεστιν δὲ καὶ μῆκος εἰρήνης καὶ κτῆσις χρημάτων καὶ μέγεθος προσόδων, τὸ δὲ μέγιστον φίλοι καὶ διʼ εὐνοίας οἱ πάντων ὡς ἔπος εἰπεῖν κρατοῦντες Ῥωμαῖοι, πειράσομαι τὸ παρημελημένον ἀνάγκῃ καὶ δουλείᾳ τοῦ πρότερον χρόνου διορθούμενος τελείαν ἀποδοῦναι τῷ θεῷ τὴν ἀνθʼ ὧν ἔτυχον τῆσδε τῆς βασιλείας εὐσέβειαν.
 
Ὁ μὲν Ἡρώδης ταῦτʼ εἶπεν, ἐξέπληξε δὲ τοὺς πολλοὺς ὁ λόγος παρὰ δόξαν ἐμπεσών. καὶ τὸ μὲν τῆς ἐλπίδος ἄπιστον οὐκ ἐπήγειρεν αὐτούς, ἠδημόνουν δέ, μὴ φθάσας καταλῦσαι τὸ πᾶν ἔργον οὐκ ἐξαρκέσει πρὸς τέλος ἀγαγεῖν τὴν προαίρεσιν· ὅ τε κίνδυνος αὐτοῖς μείζων ἐφαίνετο καὶ δυσεγχείρητον ἐδόκει τὸ μέγεθος τῆς ἐπιβολῆς.
 
οὕτως δʼ αὐτῶν διακειμένων παρεθάρρυνεν ὁ βασιλεύς, οὐ πρότερον καθαιρήσειν φάμενος τὸν ναὸν μὴ πάντων αὐτῷ τῶν εἰς συντέλειαν παρεσκευασμένων. καὶ ταῦτα προειπὼν οὐκ ἐψεύσατο·
 
χιλίας γὰρ εὐτρεπίσας ἁμάξας, αἳ βαστάσουσι τοὺς λίθους, ἐργάτας δὲ μυρίους τοὺς ἐμπειροτάτους ἐπιλεξάμενος καὶ ἱερεῦσιν τὸν ἀριθμὸν χιλίοις ἱερατικὰς ὠνησάμενος στολάς, καὶ τοὺς μὲν διδάξας οἰκοδόμους, ἑτέρους δὲ τέκτονας, ἥπτετο τῆς κατασκευῆς ἁπάντων αὐτῷ προθύμως προευτρεπισμένων.
 
Ἀνελὼν δὲ τοὺς ἀρχαίους θεμελίους καὶ καταβαλόμενος ἑτέρους ἐπʼ αὐτῶν ναὸν ἤγειρεν μήκει μὲν ἑκατὸν ὄντα πηχῶν, τὸ δʼ ὕψος εἴκοσι περιττοῖς, οὓς τῷ χρόνῳ συνιζησάντων τῶν θεμελίων ὑπέβη. καὶ τοῦτο μὲν κατὰ τοὺς Νέρωνος καιροὺς ἐπεγείρειν ἐγνώκειμεν.
 
ᾠκοδομήθη δὲ ὁ ναὸς ἐκ λίθων λευκῶν τε καὶ κραταιῶν τὸ μέγεθος ἑκάστων περὶ πέντε καὶ εἴκοσι πήχεις ἐπὶ μῆκος, ὀκτὼ δὲ ὕψος, εὖρος δὲ περὶ δώδεκα.
 
καὶ παντὸς αὐτοῦ καθότι καὶ τῆς βασιλείου στοᾶς τὸ μὲν ἔνθεν καὶ ἔνθεν ταπεινότατον, ὑψηλότατον δὲ τὸ μεσαίτατον, ὡς περίοπτον ἐκ πολλῶν σταδίων εἶναι τοῖς τὴν χώραν νεμομένοις, μᾶλλον δʼ εἴ τινες κατʼ ἐναντίον οἰκοῦντες ἢ προσιόντες τύχοιεν.
 
θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.
 
καθύπερθε δʼ αὐτῶν ὑπὸ τοῖς τριχώμασιν ἄμπελος διετέτατο χρυσῆ τοὺς βότρυας ἀπαιωρουμένους ἔχουσα, θαῦμα καὶ τοῦ μεγέθους καὶ τῆς τέχνης τοῖς ἰδοῦσιν, οἷον ἐν πολυτελείᾳ τῆς ὕλης τὸ κατασκευασθὲν ἦν.
 
περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δʼ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι.
 
λόφος ἦν πετρώδης ἀνάντης ἠρέμα πρὸς τοῖς ἑῴοις μέρεσιν τῆς πόλεως ὑπτιούμενος ἐπὶ τὴν κορυφὴν ἄκραν.
 
τοῦτον ὁ πρῶτος ἡμῶν βασιλεὺς Σολομῶν κατʼ ἐπιφροσύνην μεγάλαις ἐργασίαις ἀπετείχιζεν τὰ περὶ τὴν ἄκραν ἄνωθεν, ἀπετείχιζεν δὲ κάτωθεν ἀπὸ τῆς ῥίζης ἀρχόμενος, ἣν βαθεῖα περιθεῖ φάραγξ ἠλιβάτοις πέτραις μολίβδῳ δεδεμέναις πρὸς ἀλλήλας, ἀπολαμβάνων αἰεί τι τῆς ἔσω χώρας καὶ προβαίνων εἰς βάθος,
 
ὥστʼ ἄπειρον εἶναι τό τε μέγεθος τῆς δομῆς καὶ τὸ ὕψος τετραγώνου γεγενημένης, ὡς τὰ μὲν μεγέθη τῶν λίθων ἀπὸ μετώπου κατὰ τὴν ἐπιφάνειαν ὁρᾶσθαι, τὰ δʼ ἐντὸς σιδήρῳ διησφαλισμένα συνέχειν τὰς ἁρμογὰς ἀκινήτους τῷ παντὶ χρόνῳ.
 
τῆς δʼ ἐργασίας οὕτω συναπτούσης εἰς ἄκρον τὸν λόφον ἀπεργασάμενος αὐτοῦ τὴν κορυφὴν καὶ τὰ κοῖλα τῶν περὶ τὸ τεῖχος ἐμπλήσας ἰσόπεδον τοῖς κατὰ τὴν ἐπιφάνειαν τὴν ἄνω καὶ λεῖον ἐποίησεν. τοῦτʼ ἦν τὸ πᾶν περίβολος τεττάρων σταδίων τὸν κύκλον ἔχων, ἑκάστης γωνίας στάδιον μῆκος ἀπολαμβανούσης.
 
ἐνδοτέρω δὲ τούτου καὶ παρʼ αὐτὴν τὴν ἄκραν ἄλλο τεῖχος ἄνω λίθινον περιθεῖ, κατὰ μὲν ἑῴαν ῥάχιν ἰσομήκη τῷ τείχει στοὰν ἔχον διπλῆν, ἐν μέσῳ τοῦ νεὼ τετυχηκότος ἀφορῶσαν εἰς τὰς θύρας αὐτοῦ.
 
ταύτην πολλοὶ βασιλεῖς οἱ πρόσθεν κατεσκεύασαν. τοῦ δʼ ἱεροῦ παντὸς ἦν ἐν κύκλῳ πεπηγμένα σκῦλα βαρβαρικά, καὶ ταῦτα πάντα βασιλεὺς Ἡρώδης ἀνέθηκεν προσθεὶς ὅσα καὶ τῶν Ἀράβων ἔλαβεν.
 
Κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐτετείχιστο διάφορος ἐχυρότητι. ταύτην οἱ πρὸ Ἡρώδου τοῦ Ἀσαμωναίων γένους βασιλεῖς καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὡς ἐκεῖ τὴν ἱερατικὴν αὐτοῖς ἀποκεῖσθαι στολήν, ἣν ὅταν δέῃ θύειν τότε μόνον ὁ ἀρχιερεὺς ἀμφιέννυται.
 
ταύτην Ἡρώδης ὁ βασιλεὺς ἐφύλαξεν ἐν τῷ τόπῳ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὸ Ῥωμαίοις ἦν μέχρι τῶν Τιβερίου Καίσαρος χρόνων.
 
ἐπὶ τούτου δὲ Οὐιτέλλιος ὁ τῆς Συρίας ἡγεμὼν ἐπιδημήσας τοῖς Ἱεροσολύμοις, δεξαμένου τοῦ πλήθους αὐτὸν λαμπρότατα πάνυ θέλων αὐτοὺς τῆς εὐποιίας ἀμείψασθαι, ἐπεὶ παρεκάλεσαν τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, ἔγραψεν περὶ τούτων Τιβερίῳ Καίσαρι κἀκεῖνος ἐπέτρεψεν, καὶ παρέμεινεν ἡ ἐξουσία τῆς στολῆς τοῖς Ἰουδαίοις μέχρις ἐτελεύτησεν ὁ βασιλεὺς Ἀγρίππας.
 
μετὰ τοῦτον δὲ Κάσσιος Λογγῖνος ὁ τὴν Συρίαν τότε διοικῶν καὶ Κούσπιος Φᾶδος ὁ τῆς Ἰουδαίας ἐπίτροπος κελεύουσιν τοὺς Ἰουδαίους εἰς τὴν Ἀντωνίαν καταθέσθαι τὴν στολήν· Ῥωμαίους γὰρ αὐτῆς εἶναι δεῖν κυρίους, καθὼς καὶ πρότερον ἦσαν.
 
πέμπουσιν οὖν Ἰουδαῖοι πρέσβεις πρὸς Κλαύδιον Καίσαρα περὶ τούτων παρακαλέσοντας. ὧν ἀναβάντων ὁ νεώτερος βασιλεὺς Ἀγρίππας ἐν Ῥώμῃ τυγχάνων αἰτησάμενος παρὰ τοῦ αὐτοκράτορος τὴν ἐξουσίαν ἔλαβεν ἐντειλαμένου Οὐιτελλίῳ τῷ τῆς Συρίας ἀντιστρατήγῳ.
 
πρότερον δʼ ἦν ὑπὸ σφραγῖδα τοῦ ἀρχιερέως καὶ τῶν γαζοφυλάκων, καὶ πρὸ μιᾶς ἡμέρας τῆς ἑορτῆς ἐπὶ τὸν Ῥωμαίων φρούραρχον ἀναβαίνοντες οἱ γαζοφύλακες καὶ καταμανθάνοντες τὴν ἑαυτῶν σφραγῖδα τὴν στολὴν ἐλάμβανον. εἶτʼ αὖθις τῆς ἑορτῆς παρελθούσης εἰς τὸν αὐτὸν κομίσαντες τόπον καὶ τῷ φρουράρχῳ δείξαντες σύμφωνον τὴν σφραγῖδα κατετίθεντο.
 
ταῦτα μὲν οὖν ὑπὸ τοῦ πάθους τῶν ἐπισυμβεβηκότων παρεδηλώθη. τότε δʼ οὖν ὁ τῶν Ἰουδαίων βασιλεὺς Ἡρώδης καὶ ταύτην τὴν βᾶριν ὀχυρωτέραν κατασκευάσας ἐπʼ ἀσφαλείᾳ καὶ φυλακῇ τοῦ ἱεροῦ, χαριζόμενος Ἀντωνίῳ φίλῳ μὲν αὐτοῦ Ῥωμαίων δὲ ἄρχοντι προσηγόρευσεν Ἀντωνίαν.
 
Ἐν δὲ τοῖς ἑσπερίοις μέρεσιν τοῦ περιβόλου πύλαι τέτταρες ἐφέστασαν, ἡ μὲν εἰς τὰ βασίλεια τείνουσα τῆς ἐν μέσῳ φάραγγος εἰς δίοδον ἀπειλημμένης, αἱ δύο δὲ εἰς τὸ προάστειον, ἡ λοιπὴ δʼ εἰς τὴν ἄλλην πόλιν βαθμίσιν πολλαῖς κάτω τε εἰς τὴν φάραγγα διειλημμένη καὶ ἀπὸ ταύτης ἄνω πάλιν ἐπὶ τὴν πρόσβασιν· ἄντικρυς γὰρ ἡ πόλις ἔκειτο τοῦ ἱεροῦ θεατροειδὴς οὖσα περιεχομένη βαθείᾳ φάραγγι κατὰ πᾶν τὸ νότιον κλίμα.
 
τὸ δὲ τέταρτον αὐτοῦ μέτωπον τὸ πρὸς μεσημβρίαν εἶχε μὲν καὶ αὐτὸ πύλας κατὰ μέσον, ἐπʼ αὐτοῦ δὲ τὴν βασίλειον στοὰν τριπλῆν κατὰ μῆκος διιοῦσαν ἀπὸ τῆς ἑῴας φάραγγος ἐπὶ τὴν ἑσπέριον· οὐ γὰρ ἦν ἐκτεῖναι προσωτέρω δυνατόν.
 
ἔργον δʼ ἦν ἀξιαφηγητότατον τῶν ὑφʼ ἡλίῳ· μεγάλου γὰρ ὄντος τοῦ τῆς φάραγγος ἀναλήμματος καὶ οὐδʼ ἀνεκτοῦ κατιδεῖν, εἴ τις ἄνωθεν εἰς τὸν βυθὸν εἰσκύπτοι, παμμέγεθες ὕψος ἐν αὐτῷ τὸ τῆς στοᾶς ἀνέστηκεν, ὡς εἴ τις ἀπʼ ἄκρου τοῦ ταύτης τέγους ἄμφω συντιθεὶς τὰ βάθη διοπτεύοι, σκοτοδινιᾶν οὐκ ἐξικνουμένης τῆς ὄψεως εἰς ἀμέτρητον τὸν βυθόν.
 
κίονες δʼ ἐφέστασαν κατʼ ἀντίστοιχον ἀλλήλοις ἐπὶ μῆκος τέτραχα, συνεδέδετο γὰρ ὁ τέταρτος στοῖχος λιθοδομήτῳ τείχει, καὶ πάχος ἦν ἑκάστου κίονος εἰς τρεῖς ἐπισυναπτόντων ἀλλήλοις τὰς ὀργυιὰς περιλαβεῖν, μῆκος δὲ ποδῶν ἑπτὰ καὶ εἴκοσι διπλῆς σπείρας ὑπειλημένης.
 
πλῆθος δὲ συμπάντων δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν κιονοκράνων αὐτοῖς κατὰ τὸν Κορίνθιον τρόπον ἐπεξειργασμένων γλυφαῖς ἔκπληξιν ἐμποιούσαις διὰ τὴν τοῦ παντὸς μεγαλουργίαν.
 
τεττάρων δὲ στίχων ὄντων τρεῖς ἀπολαμβάνουσι τὰς διὰ μέσου χώρας ταῖς στοαῖς. τῶν δὲ αἱ μὲν δύο παράλληλοι τὸν αὐτὸν γεγόνασι τρόπον, εὖρος ἑκατέρας πόδες τριάκοντα, μῆκος δὲ στάδιον, ὕψος δὲ πόδες ὑπὲρ πεντήκοντα· τῆς δὲ μέσης εὖρος μὲν ἡμιόλιον, ὕψος δὲ διπλάσιον· ἀνεῖχεν γὰρ πλεῖστον παρὰ τὰς ἑκατέρωθεν.
 
αἱ δʼ ὀροφαὶ ξύλοις ἐξήσκηντο γλυφαῖς πολυτρόποις σχημάτων ἰδέαις, καὶ τὸ τῆς μέσης βάθος ἐπὶ μεῖζον ἠγείρετο περιδεδομημένου τοῖς ἐπιστυλίοις προμετωπιδίου τοίχου κίονας ἔχοντος ἐνδεδομημένους καὶ ξεστοῦ παντὸς ὄντος, ὡς ἄπιστα τοῖς οὐκ εἰδόσιν καὶ σὺν ἐκπλήξει θεατὰ τοῖς ἐντυγχάνουσιν εἶναι.
 
τοιοῦτος μὲν ὁ πρῶτος περίβολος ἦν. ἐν μέσῳ δὲ ἀπέχων οὐ πολὺ δεύτερος, προσβατὸς βαθμίσιν ὀλίγαις, ὃν περιεῖχεν ἑρκίον λιθίνου δρυφάκτου γραφῇ κωλῦον εἰσιέναι τὸν ἀλλοεθνῆ θανατικῆς ἀπειλουμένης τῆς ζημίας.
 
εἶχεν δʼ ὁ μὲν ἐντὸς περίβολος κατὰ μὲν τὸ νότιον καὶ βόρειον κλίμα τριστοίχους πυλῶνας ἀλλήλων διεστῶτας, κατὰ δὲ ἡλίου βολὰς ἕνα τὸν μέγαν, διʼ οὗ παρῄειμεν ἁγνοὶ μετὰ γυναικῶν.
 
ἐσωτέρω δὲ κἀκείνου γυναιξὶν ἄβατον ἦν τὸ ἱερόν. ἐκείνου δʼ ἐνδοτέρω τρίτον, ὅπου τοῖς ἱερεῦσιν εἰσελθεῖν ἐξὸν ἦν μόνοις. ὁ ναὸς ἐν τούτῳ καὶ πρὸ αὐτοῦ βωμὸς ἦν, ἐφʼ οὗ τὰς θυσίας ὡλοκαυτοῦμεν τῷ θεῷ.
 
τούτων εἰς οὐδένα τῶν τριῶν ὁ βασιλεὺς Ἡρώδης παρῆλθεν· ἐκεκώλυτο γὰρ οὐκ ὢν ἱερεύς. ἀλλὰ κἀν τοῖς ἔργοις τὰ περὶ τὰς στοὰς καὶ τοὺς ἔξω περιβόλους ἐπραγματεύετο καὶ ταῦτʼ ᾠκοδόμησεν ἔτεσιν ὀκτώ.
 
Τοῦ δὲ ναοῦ διὰ τῶν ἱερέων οἰκοδομηθέντος ἐνιαυτῷ καὶ μησὶν πέντε ἅπας ὁ λαὸς ἐπληρώθη χαρᾶς καὶ τοῦ τάχους πρῶτον μὲν τῷ θεῷ τὰς εὐχαριστηρίους ἐποιοῦντο, μετὰ δὲ καὶ τῆς προθυμίας τοῦ βασιλέως ἑορτάζοντες καὶ κατευφημοῦντες τὴν ἀνάκτισιν.
 
ὁ δὲ βασιλεὺς τριακοσίους ἔθυσε τῷ θεῷ βοῦς καὶ τῶν ἄλλων οἱ κατὰ δύναμιν, ὧν οὐχ οἷόν τε τὸν ἀριθμὸν εἰπεῖν· ἐκφεύγει γὰρ τὸ δύνασθαι πρὸς ἀλήθειαν εἰπεῖν·
 
συνεπεπτώκει γὰρ τῇ προθεσμίᾳ τοῦ περὶ τὸν ναὸν ἔργου καὶ τὴν ἡμέραν τῷ βασιλεῖ τῆς ἀρχῆς, ἣν ἐξ ἔθους ἑώρταζον, ἐς ταὐτὸν ἐλθεῖν, καὶ περισημοτάτην ἐξ ἀμφοῖν τὴν ἑορτὴν γενέσθαι.
 
Κατεσκευάσθη δὲ καὶ κρυπτὴ διώρυξ τῷ βασιλεῖ, φέρουσα μὲν ἀπὸ τῆς Ἀντωνίας μέχρι τοῦ ἔσωθεν ἱεροῦ πρὸς τὴν ἀνατολικὴν θύραν, ἐφʼ ἧς αὐτῷ καὶ πύργον κατεσκεύασεν, ἵνʼ ἔχῃ διὰ τῶν ὑπογέων εἰς αὐτὸν ἀνιέναι, τὸν ἐκ τοῦ δήμου νεωτερισμὸν ἐπὶ τοῖς βασιλεῦσι φυλαττόμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi