Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

 
Ὡς ληφθείσης τῆς Ἱεροσολυμιτῶν πόλεως ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντώνιος μὲν Ἀντίγονον ἐπελέκισεν ἐν Ἀντιοχείᾳ, Ἡρώδης δὲ τεσσαρακονταπέντε τῶν ἐκείνου φίλων πρώτους Ἱεροσολυμιτῶν ἐπανείλετο καὶ τὴν πόλιν ἠργυρολόγησεν.
 
ὃν τρόπον Ὑρκανὸς ὁ πρῶτος βασιλεὺς Ἰουδαίων καὶ ἀρχιερεὺς ἀφεθεὶς ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως Ἀρσάκου πρὸς Ἡρώδην ὑπέστρεψεν.
 
ὡς Ἡρώδης Ἀριστόβουλον τὸν τῆς γυναικὸς Μαριάμμης ἀδελφὸν ἀρχιερέα καταστήσας μετ' οὐ πολὺ διαφθαρῆναι παρεσκεύασεν.
 
ὡς Κλεοπάτρα τῇ τῶν Ἰουδαίων καὶ Ἀράβων ἐπιβουλεύουσα βασιλείᾳ μέρη λαβεῖν αὐτῶν ἴσχυνε παρ' Ἀντωνίου.
 
Κλεοπάτρας εἰς τὴν Ἰουδαίαν παρουσία. 5
 
ὡς Ἡρώδης ἐπολέμησεν Ἀρέτᾳ καθ' ὃν καιρὸν Ἀντώνιος ὑπὸ Καίσαρος ἐν τῇ κατ' Ἄκτιον νικᾶται μάχῃ.
 
περὶ τοῦ γενομένου σεισμοῦ κατὰ τὴν Ἰουδαίαν καὶ τῆς φθορᾶς τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων.
 
λόγος Ἡρώδου πρὸς τοὺς Ἰουδαίους ἀθυμοῦντας πρὸς τὰ πάθη καὶ τὴν ἧτταν τὴν γενομένην.
 
ὡς ἀνάγκην ἔχων Ἡρώδης ἀπιέναι πρὸς Καίσαρα νενικηκότα διέφθειρεν Ὑρκανόν.
 
ὡς ἔσχε καὶ παρὰ Καίσαρος τὴν βασιλείαν καὶ παρέπεμψεν αὐτὸν ἐπ' Αἰγύπτου. 10
 
ὡς Ἡρώδης ἀφικόμενος εἰς Ἀλεξάνδρειαν ὑπὸ Καίσαρος ἐτιμήθη.
 
ὡς ἐπανελθὼν ψευδέσι διαβολαῖς παρωξύνθη τὴν γυναῖκα Μαριάμμην ἀποκτεῖναι.
 
περὶ τοῦ λιμοῦ τοῦ κατὰ τὴν Ἰουδαίαν καὶ Συρίαν γεγονότος καὶ ὡς διέσωσε τὰ πλήθη καὶ τὰς πόλεις Ἡρώδης.
 
κτίσεις πόλεων Ἑλληνίδων ἃς Ἡρώδης ἐποιήσατο.
 
ὡς καθελὼν ἐν Ἱεροσολύμοις τὸν ἀρχαῖον ναὸν ἄλλον ἀνέστησεν μετὰ ἔτη ἑξακόσια διπλοῦν τοῖς μέτροις. 15
 
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιη.
 
Σόσσιος μὲν οὖν καὶ Ἡρώδης ὡς κατὰ κράτος ἔλαβον Ἱεροσόλυμα καὶ πρὸς τούτοις αἰχμάλωτον Ἀντίγονον, ἡ πρὸ ταύτης ἡμῖν ἐδήλωσεν βίβλος· τὰ δʼ ἐκείνῃ συνεχῆ νῦν ἐροῦμεν.
 
ἐπειδὴ γὰρ τῆς ὅλης Ἰουδαίας ἐνεχειρίσθη τὴν ἀρχὴν Ἡρώδης, τοῦ κατὰ τὴν πόλιν πλήθους ὅσοι μὲν ἦσαν ἰδιωτεύοντες ἔτι τἀκείνου φρονοῦντες ἐν προαγωγῇ τούτους ἐποιεῖτο, τοὺς δὲ τὰ τῶν ἐναντίων ἑλομένους οὐκ ἐπέλιπε τιμωρούμενος καὶ κολάζων καθʼ ἑκάστην ἡμέραν.
 
ἐτιμῶντο δὲ μάλιστα παρʼ αὐτῷ Πολλίων ὁ Φαρισαῖος καὶ Σαμαίας ὁ τούτου μαθητής· πολιορκουμένων γὰρ τῶν Ἱεροσολύμων οὗτοι συνεβούλευον τοῖς πολίταις δέξασθαι τὸν Ἡρώδην, ἀνθʼ ὧν καὶ τὰς ἀμοιβὰς ἀπελάμβανον.
 
ὁ δὲ Πολλίων οὗτος καὶ κρινομένου ποτὲ Ἡρώδου τὴν ἐπὶ θανάτῳ προεῖπεν ὀνειδίζων Ὑρκανῷ καὶ τοῖς δικάζουσιν, ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς ἐπεξελεύσεται· καὶ τοῦτο χρόνῳ προύβη τοῦ θεοῦ τοὺς λόγους αὐτοῦ τελειώσαντος.
 
Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους.
 
ἀπέκτεινε δὲ τεσσαρακονταπέντε τοὺς πρώτους ἐκ τῆς αἱρέσεως Ἀντιγόνου φύλακας περιστήσας ταῖς πύλαις τῶν τειχῶν, ἵνα μή τις συνεκκομισθῇ τοῖς τεθνεῶσι, καὶ τοὺς νεκροὺς ἠρεύνων, καὶ πᾶν τὸ εὑρισκόμενον ἀργύριον ἢ χρυσίον ἤ τι κειμήλιον ἀνεφέρετο τῷ βασιλεῖ,
 
πέρας τε κακῶν οὐδὲν ἦν· τὰ μὲν γὰρ ἡ πλεονεξία τοῦ κρατοῦντος ἐν χρείᾳ γεγενημένου διεφόρει, τὴν δὲ χώραν μένειν ἀγεώργητον τὸ ἑβδοματικὸν ἠνάγκαζεν ἔτος· ἐνεστήκει γὰρ τότε, καὶ σπείρειν ἐν ἐκείνῳ τὴν γῆν ἀπηγορευμένον ἐστὶν ἡμῖν.
 
Ἀντώνιος δὲ λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι θριάμβου φυλάττειν, ἐπεὶ δʼ ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν Ἀντιγόνῳ διαμένον, ἔγνω τοῦτον ἐν Ἀντιοχείᾳ πελεκίσαι· σχεδὸν γὰρ οὐδαμῶς ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι.
 
μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων ὁ Καππάδοξ λέγων οὕτως· Ἀντώνιος δὲ Ἀντίγονον τὸν Ἰουδαῖον ἀχθέντα εἰς Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε μὲν οὗτος πρῶτος Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ οἰηθεὶς ἕτερον τρόπον μεταθεῖναι ἂν τὰς γνώμας τῶν Ἰουδαίων, ὥστε δέξασθαι τὸν ἀντʼ ἐκείνου καθεσταμένον Ἡρώδην· οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν αὐτὸν ὑπέμειναν·
 
οὕτως μέγα τι ἐφρόνουν περὶ τοῦ πρώτου βασιλέως. τὴν οὖν ἀτιμίαν ἐνόμισε μειώσειν τῆς πρὸς αὐτὸν μνήμης, μειώσειν δὲ καὶ τὸ πρὸς Ἡρώδην μῖσος. ταῦτα μὲν ὁ Στράβων.
 
Κατασχόντος δὲ τὴν βασιλείαν Ἡρώδου πυθόμενος Ὑρκανὸς ὁ ἀρχιερεύς, ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ·
 
Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον.
 
καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον.
 
Ὑρκανῷ δʼ ἀναχθέντι Φραάτης ὁ τῶν Πάρθων βασιλεὺς ἐπʼ αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων.
 
οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος· τῷ δʼ ἦν ἀγαπητὰ ταῦτα.
 
πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρʼ αὐτὸν ἐσπουδακώς.
 
οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς ἢ βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπʼ Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης.
 
Τοιαῦτα κατὰ τὸ συμφέρον ὑποτεινόντων Ὑρκανὸς πόθον εἶχεν ἀπιέναι, καὶ γράφων Ἡρώδης παρεκάλει δεῖσθαι Φραάτου καὶ τῶν ἐκεῖ Ἰουδαίων μὴ φθονῆσαι δυνάμει κοινὴν ἕξοντι τὴν βασιλείαν· ἄρτι γὰρ εἶναι καιρὸν αὐτῷ μὲν ἐκτῖσαι τὰς χάριτας ὧν εὖ πάθοι καὶ τραφεὶς ὑπʼ αὐτοῦ καὶ περισωθείς, ἐκείνῳ δὲ κομίζεσθαι.
 
ταῦτα γράφων Ὑρκανῷ πέμπει καὶ παρὰ τὸν Φραάτην πρεσβευτὴν Σαραμάλλαν καὶ δῶρα πλείω, μὴ διακωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας ὁμοίως φιλανθρωπευόμενον.
 
ἦν δʼ οὐκ ἐντεῦθεν ἡ σπουδή, διὰ δὲ τὸ μὴ κατʼ ἀξίαν αὐτὸς ἄρχειν δεδοίκει τὰς ἐξ εὐλόγων μεταβολὰς καὶ τὸν Ὑρκανὸν ὑποχείριον ἔχειν ἔσπευδεν ἢ καὶ παντάπασιν ἐκποδὼν ποιήσασθαι· τοῦτο γὰρ ἔπραξεν ἐν ὑστέρῳ.
 
Τότε μέντοι γε ἐπειδὴ παρῆν πεπεισμένος ἐφέντος τε τοῦ Πάρθου καὶ τῶν Ἰουδαίων χρήματα παρασχομένων, ἁπάσῃ τιμῇ δεξάμενος αὐτὸν ἔν τε τοῖς συλλόγοις τὸν πρῶτον ἔνεμε τόπον καὶ παρὰ τὰς ἑστιάσεις προκατακλίνων ἐξηπάτα πατέρα καλῶν καὶ παντοδαπῶς τὸ τῆς ἐπιβουλῆς ἀνύποπτον πραγματευόμενος.
 
ὑποκαθίστατο δὲ καὶ τἆλλα πρὸς τὸ συμφέρον τῆς ἀρχῆς, ἐξ ὧν αὐτῷ καὶ τὰ περὶ τὴν οἰκίαν ἐστασιάσθη· φυλαττόμενος γάρ τινα τῶν ἐπισήμων ἀποδεικνύειν ἀρχιερέα τοῦ θεοῦ, μεταπεμψάμενος ἐκ τῆς Βαβυλῶνος ἱερέα τῶν ἀσημοτέρων Ἀνάνηλον ὀνόματι τούτῳ τὴν ἀρχιερωσύνην δίδωσιν.
 
Εὐθὺς οὖν οὐκ ἤνεγκεν Ἀλεξάνδρα τὴν ἐπήρειαν, θυγάτηρ μὲν Ὑρκανοῦ, γυνὴ δὲ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου βασιλέως, ἐξ Ἀλεξάνδρου παῖδας ἔχουσα τὸν μὲν ὥρᾳ κάλλιστον Ἀριστόβουλον καλούμενον, τὴν δὲ Ἡρώδῃ συνοικοῦσαν Μαριάμμην εὐμορφίᾳ διάσημον.
 
ἐτετάρακτο δὲ καὶ χαλεπῶς ἔφερεν τὴν ἀτιμίαν τοῦ παιδός, εἰ περιόντος ἐκείνου τῶν ἐπικλήτων τις ἀξιοῦται τῆς ἀρχιερωσύνης, καὶ γράφει Κλεοπάτρᾳ μουσουργοῦ τινος αὐτῇ συμπραγματευομένου τὰ περὶ τὴν κομιδὴν τῶν γραμμάτων αἰτεῖσθαι παρʼ Ἀντωνίου τῷ παιδὶ τὴν ἀρχιερωσύνην.
1 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi