Kitap 14
490
ταῦτα φοβούμενος πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δʼ οὕτως ἡ τοῦ Ἀσσαμωναίου ἀρχὴ μετὰ ἔτη ἑκατὸν εἰκοσιέξ. οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατικῆς τιμῆς ὧν τε ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο.
491
ἀλλʼ οὗτοι μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον, μετέβη δʼ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ καὶ ὑπακούοντος τοῖς βασιλεῦσιν. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσσαμωναίων γενεᾶς παρειλήφαμεν.