Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

412 ἔτυχεν δὲ καὶ Ἀντίγονος παρὰ Σίλωνος ἀντὶ τῆς δωροδοκίας ὥστε ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον. καὶ Ῥωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων.
413 Ἡρώδῃ δʼ οὐκ ἐδόκει μένειν ἐφʼ ἡσυχίας, ἀλλʼ ἐπὶ τὴν Ἰδουμαίαν τὸν ἀδελφὸν Ἰώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν, αὐτὸς δʼ εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων τινὰ τῶν χωρίων ὑπʼ Ἀντιγόνου φρουραῖς κατειλημμένα.
414 διελθὼν δὲ εἰς Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς ἐπιτηδείοις.
415 εἶτʼ ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπʼ αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς·
416 ἔγγιστα δʼ ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δʼ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας.
417 ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ φεύγοντας κατʼ ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατʼ ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi