Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

 
ἡμεῖς οὖν κατακολουθοῦντες τοῖς ἐπεσταλμένοις ὑπὸ σοῦ τήν τε ἐπιστολὴν τὴν ἀποδοθεῖσαν ἐδεξάμεθα καὶ κατεχωρίσαμεν εἰς τὰ δημόσια ἡμῶν γράμματα καὶ περὶ τῶν ἄλλων ὧν ἐπέσταλκας προνοήσομεν, ὥστε μηδὲν μεμφθῆναι.
 
Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Γάλβας ἀνθύπατος Μιλησίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν.
 
Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ δίκαιον ψήφισμα.
 
βούλομαι οὖν ὑμᾶς εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι.
 
Ψήφισμα Περγαμηνῶν. ἐπὶ πρυτάνεως Κρατίππου μηνὸς Δαισίου πρώτῃ γνώμη στρατηγῶν. ἐπεὶ Ῥωμαῖοι κατακολουθοῦντες τῇ τῶν προγόνων ἀγωγῇ τοὺς ὑπὲρ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀσφαλείας κινδύνους ἀναδέχονται καὶ φιλοτιμοῦνται τοὺς συμμάχους καὶ φίλους ἐν εὐδαιμονίᾳ καὶ βεβαίᾳ καταστῆσαι εἰρήνῃ,
 
πέμψαντος πρὸς αὐτοὺς τοῦ ἔθνους τοῦ Ἰουδαίων καὶ Ὑρκανοῦ τοῦ ἀρχιερέως αὐτῶν πρέσβεις Στράτωνα Θεοδότου Ἀπολλώνιον Ἀλεξάνδρου Αἰνείαν Ἀντιπάτρου Ἀριστόβουλον Ἀμύντου Σωσίπατρον Φιλίππου ἄνδρας καλοὺς καὶ ἀγαθούς,
 
καὶ περὶ τῶν κατὰ μέρη ἐμφανισάντων ἐδογμάτισεν ἡ σύγκλητος περὶ ὧν ἐποιήσαντο τοὺς λόγους, ὅπως μηδὲν ἀδικῇ Ἀντίοχος ὁ βασιλεὺς Ἀντιόχου υἱὸς Ἰουδαίους συμμάχους Ῥωμαίων, ὅπως τε φρούρια καὶ λιμένας καὶ χώραν καὶ εἴ τι ἄλλο ἀφείλετο αὐτῶν ἀποδοθῇ καὶ ἐξῇ αὐτοῖς ἐκ τῶν λιμένων μηδʼ ἐξαγαγεῖν,
 
ἵνα τε μηδεὶς ἀτελὴς ᾖ ἐκ τῆς Ἰουδαίων χώρας ἢ τῶν λιμένων αὐτῶν ἐξάγων βασιλεὺς ἢ δῆμος ἢ μόνος Πτολεμαῖος ὁ Ἀλεξανδρέων βασιλεὺς διὰ τὸ εἶναι σύμμαχος ἡμέτερος καὶ φίλος, καὶ τὴν ἐν Ἰόππῃ φρουρὰν ἐκβαλεῖν, καθὼς ἐδεήθησαν·
 
τῆς βουλῆς ἡμῶν Λούκιος Πέττιος ἀνὴρ καλὸς καὶ ἀγαθὸς προσέταξεν, ἵνα φροντίσωμεν ταῦτα οὕτως γενέσθαι, καθὼς ἡ σύγκλητος ἐδογμάτισεν, προνοῆσαί τε τῆς ἀσφαλοῦς εἰς οἶκον τῶν πρεσβευτῶν ἀνακομιδῆς.
 
ἀπεδεξάμεθα δὲ καὶ ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν τὸν Θεόδωρον, ἀπολαβόντες δὲ τὴν ἐπιστολὴν παρʼ αὐτοῦ καὶ τὸ τῆς συγκλήτου δόγμα, καὶ ποιησαμένου μετὰ πολλῆς σπουδῆς τοὺς λόγους καὶ τὴν Ὑρκανοῦ ἐμφανίσαντος ἀρετὴν καὶ μεγαλοψυχίαν,
 
καὶ ὅτι κοινῇ πάντας εὐεργετεῖ καὶ κατʼ ἰδίαν τοὺς πρὸς αὐτὸν ἀφικομένους, τά τε γράμματα εἰς τὰ δημόσια ἡμῶν ἀπεθέμεθα καὶ αὐτοὶ πάντα ποιεῖν ὑπὲρ Ἰουδαίων σύμμαχοι ὄντες Ῥωμαίων κατὰ τὸ τῆς συγκλήτου δόγμα ἐψηφισάμεθα.
 
ἐδεήθη δὲ καὶ Θεόδωρος τὴν ἐπιστολὴν ἡμῖν ἀποδοὺς τῶν ἡμετέρων στρατηγῶν, ἵνα πέμψωσι πρὸς Ὑρκανὸν τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ πρέσβεις δηλώσοντας τὴν τοῦ ἡμετέρου δήμου σπουδὴν καὶ παρακαλέσοντας συντηρεῖν τε καὶ αὔξειν αὐτὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ ἀγαθοῦ τινος αἴτιον γίνεσθαι,
 
ὡς ἀμοιβάς τε τὰς προσηκούσας ἀποληψόμενον μεμνημένον τε ὡς καὶ ἐν τοῖς κατὰ Ἄβραμον καιροῖς, ὃς ἦν πάντων Ἑβραίων πατήρ, οἱ πρόγονοι ἡμῶν ἦσαν αὐτοῖς φίλοι, καθὼς καὶ ἐν τοῖς δημοσίοις εὑρίσκομεν γράμμασιν.
 
Ψήφισμα Ἁλικαρνασέων. ἐπὶ ἱερέως Μέμνονος τοῦ Ἀριστείδου, κατὰ δὲ ποίησιν Εὐωνύμου, Ἀνθεστηριῶνος ἔδοξε τῷ δήμῳ εἰσηγησαμένου Μάρκου Ἀλεξάνδρου.
 
ἐπεὶ τὸ πρὸς τὸ θεῖον εὐσεβές τε καὶ ὅσιον ἐν ἅπαντι καιρῷ διὰ σπουδῆς ἔχομεν κατακολουθοῦντες τῷ δήμῳ τῶν Ῥωμαίων πάντων ἀνθρώπων ὄντι εὐεργέτῃ καὶ οἷς περὶ τῆς Ἰουδαίων φιλίας καὶ συμμαχίας πρὸς τὴν πόλιν ἔγραψεν, ὅπως συντελῶνται αὐτοῖς αἱ εἰς τὸν θεὸν ἱεροποιίαι καὶ ἑορταὶ αἱ εἰθισμέναι καὶ σύνοδοι,
 
δεδόχθαι καὶ ἡμῖν Ἰουδαίων τοὺς βουλομένους ἄνδρας τε καὶ γυναῖκας τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ συντελεῖν κατὰ τοὺς Ἰουδαίων νόμους καὶ τὰς προσευχὰς ποιεῖσθαι πρὸς τῇ θαλάττῃ κατὰ τὸ πάτριον ἔθος. ἂν δέ τις κωλύσῃ ἢ ἄρχων ἢ ἰδιώτης, τῷδε τῷ ζημιώματι ὑπεύθυνος ἔστω καὶ ὀφειλέτω τῇ πόλει.
 
Ψήφισμα Σαρδιανῶν. ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ στρατηγῶν εἰσηγησαμένων. ἐπεὶ οἱ κατοικοῦντες ἡμῶν ἐν τῇ πόλει ἀπʼ ἀρχῆς Ἰουδαῖοι πολῖται πολλὰ καὶ μεγάλα φιλάνθρωπα ἐσχηκότες διὰ παντὸς παρὰ τοῦ δήμου καὶ νῦν εἰσελθόντες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον παρεκάλεσαν,
 
ἀποκαθισταμένων αὐτοῖς τῶν νόμων καὶ τῆς ἐλευθερίας ὑπὸ τῆς συγκλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων ἵνα κατὰ τὰ νομιζόμενα ἔθη συνάγωνται καὶ πολιτεύωνται καὶ διαδικάζωνται πρὸς αὑτούς, δοθῇ τε καὶ τόπος αὐτοῖς, εἰς ὃν συλλεγόμενοι μετὰ γυναικῶν καὶ τέκνων ἐπιτελοῦσιν τὰς πατρίους εὐχὰς καὶ θυσίας τῷ θεῷ·
 
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ συγκεχωρῆσθαι αὐτοῖς συνερχομένοις ἐν ταῖς ἀποδεδειγμέναις ἡμέραις πράσσειν τὰ κατὰ τοὺς αὐτῶν νόμους, ἀφορισθῆναι δʼ αὐτοῖς καὶ τόπον ὑπὸ τῶν στρατηγῶν εἰς οἰκοδομίαν καὶ οἴκησιν αὐτῶν, ὃν ἂν ὑπολάβωσιν πρὸς τοῦτʼ ἐπιτήδειον εἶναι, ὅπως τε τοῖς τῆς πόλεως ἀγορανόμοις ἐπιμελὲς ᾖ καὶ τὰ ἐκείνοις πρὸς τροφὴν ἐπιτήδεια ποιεῖν εἰσάγεσθαι.
 
Ψήφισμα Ἐφεσίων. ἐπὶ πρυτάνεως Μηνοφίλου μηνὸς Ἀρτεμισίου τῇ προτέρᾳ ἔδοξε τῷ δήμῳ, Νικάνωρ Εὐφήμου εἶπεν εἰσηγησαμένων τῶν στρατηγῶν.
 
ἐπεὶ ἐντυχόντων τῶν ἐν τῇ πόλει Ἰουδαίων Μάρκῳ Ἰουλίῳ Ποντίου υἱῷ Βρούτῳ ἀνθυπάτῳ, ὅπως ἄγωσι τὰ σάββατα καὶ πάντα ποιῶσιν κατὰ τὰ πάτρια αὐτῶν ἔθη μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου,
 
ὁ στρατηγὸς συνεχώρησεν, δεδόχθαι τῷ δήμῳ, τοῦ πράγματος Ῥωμαίοις ἀνήκοντος, μηδένα κωλύεσθαι παρατηρεῖν τὴν τῶν σαββάτων ἡμέραν μηδὲ πράττεσθαι ἐπιτίμιον, ἐπιτετράφθαι δʼ αὐτοῖς πάντα ποιεῖν κατὰ τοὺς ἰδίους αὐτῶν νόμους.
 
Πολλὰ μὲν οὖν ἐστιν καὶ ἄλλα τοιαῦτα τῇ συγκλήτῳ καὶ τοῖς αὐτοκράτορσι τοῖς Ῥωμαίων δόγματα πρὸς Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν γεγενημένα καὶ πόλεσιν ψηφίσματα καὶ γράμματα πρὸς τὰς περὶ τῶν ἡμετέρων δικαίων ἐπιστολὰς ἀντιπεφωνημένα τοῖς ἡγεμόσιν, περὶ ὧν ἁπάντων ἐξ ὧν παρατεθείμεθα πιστεύειν τοῖς ἀναγνωσομένοις οὐ βασκάνως ἡμῶν τὴν γραφὴν πάρεστιν.
 
ἐπεὶ γὰρ ἐναργῆ καὶ βλεπόμενα τεκμήρια παρεχόμεθα τῆς πρὸς Ῥωμαίους ἡμῖν φιλίας γενομένης ἐπιδεικνύντες αὐτὰ χαλκαῖς στήλαις καὶ δέλτοις ἐν τῷ Καπετωλίῳ μέχρι νῦν διαμένοντα καὶ διαμενοῦντα, τὴν μὲν πάντων παράθεσιν ὡς περιττήν τε ἅμα καὶ ἀτερπῆ παρῃτησάμην,
 
οὐδένα δʼ οὕτως ἡγησάμην σκαιόν, ὃς οὐχὶ καὶ περὶ τῆς Ῥωμαίων ἡμῖν πιστεύσει φιλανθρωπίας, ὅτι ταύτην καὶ διὰ πλειόνων ἐπεδείξαντο πρὸς ἡμᾶς δογμάτων, καὶ ἡμᾶς οὐχ ὑπολήψεται περὶ ὧν εἶναί φαμεν ἀληθεύειν ἐξ ὧν ἐπεδείξαμεν. τὴν μὲν οὖν πρὸς Ῥωμαίους φιλίαν καὶ συμμαχίαν κατʼ ἐκείνους τοὺς καιροὺς γενομένην δεδηλώκαμεν.
 
Συνέβη δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν ταραχθῆναι τὰ κατὰ τὴν Συρίαν ἐξ αἰτίας τοιαύτης· Βάσσος Καικίλιος εἷς τῶν τὰ Πομπηίου φρονούντων ἐπιβουλὴν συνθεὶς ἐπὶ Σέξστον Καίσαρα κτείνει μὲν ἐκεῖνον, αὐτὸς δὲ τὸ στράτευμα αὐτοῦ παραλαβὼν ἐκράτει τῶν πραγμάτων, πόλεμός τε μέγας περὶ τὴν Ἀπάμειαν συνέστη τῶν Καίσαρος στρατηγῶν ἐπʼ αὐτὸν ἐλθόντων μετά τε ἱππέων καὶ πεζῆς δυνάμεως.
 
τούτοις δὲ καὶ Ἀντίπατρος συμμαχίαν ἔπεμψεν μετὰ τῶν τέκνων κατὰ μνήμην ὧν εὐεργετήθησαν ὑπὸ Καίσαρος καὶ διὰ τοῦτο τιμωρεῖν αὐτῷ καὶ δίκην παρὰ τοῦ πεφονευκότος εἰσπράξασθαι δίκαιον ἡγούμενος.
 
χρονιζομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δʼ ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται.
 
Τοῦ δʼ ἐπὶ τῷ Καίσαρος θανάτῳ πολέμου συνερρωγότος καὶ τῶν ἐν τέλει πάντων ἐπὶ στρατιᾶς συλλογὴν ἄλλου ἄλλῃ διεσπαρμένων, ἀφικνεῖται Κάσσιος εἰς Συρίαν παραληψόμενος τὰ περὶ τὴν Ἀπάμειαν στρατόπεδα·
 
καὶ λύσας τὴν πολιορκίαν ἀμφοτέρους προσάγεται τόν τε Βάσσον καὶ τὸν Μοῦρκον τάς τε πόλεις ἐπερχόμενος ὅπλα τε καὶ στρατιώτας συνήθροιζεν καὶ φόρους αὐταῖς μεγάλους ἐπετίθει· μάλιστα δὲ τὴν Ἰουδαίαν ἐκάκωσεν ἑπτακόσια τάλαντα ἀργυρίου πραττόμενος.
 
Ἀντίπατρος δʼ ὁρῶν ἐν μεγάλῳ φόβῳ καὶ ταραχῇ τὰ πράγματα μερίζει τὴν τῶν χρημάτων εἴσπραξιν καὶ ἑκατέρῳ τῶν υἱῶν συνάγειν δίδωσιν τὰ μὲν Μαλίχῳ κακοήθως πρὸς αὐτὸν διακειμένῳ, τὰ δὲ ἄλλοις προσέταξεν εἰσπράττεσθαι.
 
καὶ πρῶτος Ἡρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ· σῶφρον γὰρ ἔδοξεν αὐτῷ Ῥωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρʼ αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων.
 
ἐπιπράσκοντο δʼ αὔτανδροι οἱ τῶν ἄλλων πόλεων ἐπιμεληταί, καὶ τέσσαρας πόλεις ἐξηνδραπόδισε τότε Κάσσιος, ὧν ἦσαν αἱ δυνατώταται Γόφνα τε καὶ Ἀμμαοῦς, πρὸς ταύταις δὲ Λύδδα καὶ Θάμνα.
 
ἐπεξῆλθε δʼ ἂν ὑπʼ ὀργῆς Κάσσιος ὥστε καὶ Μάλιχον ἀνελεῖν, ὥρμητο γὰρ ἐπʼ αὐτόν, εἰ μὴ Ὑρκανὸς διʼ Ἀντιπάτρου ἑκατὸν τάλαντα ἐκ τῶν ἰδίων αὐτῷ πέμψας ἐπέσχε τῆς ὁρμῆς.
 
Ἐπεὶ δὲ Κάσσιος ἐκ τῆς Ἰουδαίας ἀπῆρεν, Μάλιχος ἐπεβούλευσεν Ἀντιπάτρῳ τὴν τούτου τελευτὴν ἀσφάλειαν Ὑρκανοῦ τῆς ἀρχῆς εἶναι νομίζων. οὐ μὴν ἔλαθεν τὸν Ἀντίπατρον ταῦτα φρονῶν, ἀλλʼ αἰσθόμενος γὰρ ἐκεῖνος ἐχώρει πέραν Ἰορδάνου καὶ στρατὸν Ἀράβιον ἅμα καὶ ἐγχώριον συνήθροιζεν.
 
δεινὸς δὲ ὢν ὁ Μάλιχος ἠρνεῖτο μὲν τὴν ἐπιβουλήν, ἀπολογούμενος δὲ μεθʼ ὅρκων αὐτῷ τε καὶ τοῖς παισίν, καὶ ὡς Φασαήλου μὲν Ἱεροσόλυμα φρουροῦντος, Ἡρώδου δὲ ἔχοντος τὴν φυλακὴν τῶν ὅπλων οὐδʼ ἂν εἰς νοῦν ἐβάλετο τοιοῦτον οὐδὲν ὁρῶν τὴν ἀπορίαν, καταλλάσσεται πρὸς τὸν Ἀντίπατρον,
 
καὶ συνέβησαν Μούρκου κατὰ Συρίαν στρατηγοῦντος, ὃς αἰσθόμενος νεωτεροποιοῦντα τὰ κατὰ τὴν Ἰουδαίαν τὸν Μάλιχον ἦλθε μὲν ὡς παρὰ μικρὸν αὐτὸν ἀνελεῖν, Ἀντιπάτρου δὲ παρακαλέσαντος περιέσωσεν.
 
Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον· Κάσσιος μὲν γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον· συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα.
 
Μάλιχος δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν Ὑρκανοῦ οἰνοχόον, παρʼ ᾧ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν.
 
γνόντων δὲ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν ὁ Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi