Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

369 πρὸ μέντοι τοῦ τελέως ἀφεῖναι τὴν ψυχὴν ὁ Φασάηλος ἀκούσας παρά τινος γυναίου τὸν ἀδελφὸν Ἡρώδην τοὺς πολεμίους διαπεφευγότα σφόδρα τὴν τελευτὴν εὐθύμως ὑπέμεινεν καταλιπὼν τὸν ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ καὶ τοὺς ἐχθροὺς τιμωρήσασθαι δυνάμενον.
370 Ἡρώδην δὲ τὸ μέγεθος τῶν περιεστηκότων αὐτὸν κακῶν οὐ κατέπληττεν, ἀλλʼ ἐποίει δεινὸν εὑρίσκειν ἐπιβολὰς ἔργων παραβόλων. πρὸς γὰρ Μάλιχον τὸν Ἀράβων βασιλέα πολλὰ πρόσθεν εὐεργετημένον ἀπῄει τὴν ἀμοιβὴν κομιούμενος, ὅτε μάλιστα ἐδεῖτο, χρήματα ληψόμενος εἴτε δάνειον εἴτε δωρεὰν ὡς ἂν πολλῶν παρʼ αὐτοῦ τετυχηκότος.
371 οὐ γὰρ εἰδὼς τὰ κατὰ τὸν ἀδελφὸν ἔσπευδεν λυτρώσασθαι παρὰ τῶν πολεμίων αὐτὸν λύτρον ὑπὲρ αὐτοῦ καταβαλὼν νόμισμα ἕως τριακοσίων ταλάντων. ἐπήγετο δὲ καὶ τὸν Φασαήλου παῖδα διὰ ταύτην τὴν αἰτίαν ἑπταετῆ τυγχάνοντα, παρασχὼν αὐτὸν ἐνέχυρον τοῖς Ἄραψιν.
372 ἀγγέλων δʼ αὐτὸν ὑπαντησάντων παρὰ τοῦ Μαλίχου, διʼ ὧν ἐκέλευσεν αὐτὸν ἀναχωρεῖν· παρηγγελκέναι γὰρ αὐτῷ Πάρθους Ἡρώδην μὴ δέχεσθαι· ταύτῃ δʼ ἐχρῆτο προφάσει ὑπὲρ τοῦ μὴ ἀποδοῦναι τὰ χρέα καὶ τῶν ἐν τέλει παρὰ τοῖς Ἄραψιν εἰς τοῦτο ἐναγόντων, ὅπως ἀποστερήσωσιν τὰς παρακαταθήκας, ἃς παρὰ Ἀντιπάτρου λαβόντες ἔτυχον,
373 ἀπεκρίνατο αὐτοῖς οὐδὲν ἐνοχλήσων ἀφικνεῖσθαι πρὸς αὐτούς, μόνον δὲ διαλεξόμενος περὶ τῶν ἀναγκαιοτάτων αὐτῷ πραγμάτων.
374 Ἔπειτα δόξαν ἀναχωρεῖν ἀπῄει μάλα σωφρόνως τὴν ἐπʼ Αἰγύπτου. καὶ τότε μὲν ἔν τινι ἱερῷ κατάγεται, καταλελοίπει γὰρ αὐτόθι πολλοὺς τῶν ἑπομένων, τῇ δʼ ὑστεραίᾳ παραγενόμενος εἰς Ῥινοκούρουρα ἐκεῖ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἤκουσεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi