Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

270 χρονιζομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δʼ ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται.
271 Τοῦ δʼ ἐπὶ τῷ Καίσαρος θανάτῳ πολέμου συνερρωγότος καὶ τῶν ἐν τέλει πάντων ἐπὶ στρατιᾶς συλλογὴν ἄλλου ἄλλῃ διεσπαρμένων, ἀφικνεῖται Κάσσιος εἰς Συρίαν παραληψόμενος τὰ περὶ τὴν Ἀπάμειαν στρατόπεδα·
272 καὶ λύσας τὴν πολιορκίαν ἀμφοτέρους προσάγεται τόν τε Βάσσον καὶ τὸν Μοῦρκον τάς τε πόλεις ἐπερχόμενος ὅπλα τε καὶ στρατιώτας συνήθροιζεν καὶ φόρους αὐταῖς μεγάλους ἐπετίθει· μάλιστα δὲ τὴν Ἰουδαίαν ἐκάκωσεν ἑπτακόσια τάλαντα ἀργυρίου πραττόμενος.
273 Ἀντίπατρος δʼ ὁρῶν ἐν μεγάλῳ φόβῳ καὶ ταραχῇ τὰ πράγματα μερίζει τὴν τῶν χρημάτων εἴσπραξιν καὶ ἑκατέρῳ τῶν υἱῶν συνάγειν δίδωσιν τὰ μὲν Μαλίχῳ κακοήθως πρὸς αὐτὸν διακειμένῳ, τὰ δὲ ἄλλοις προσέταξεν εἰσπράττεσθαι.
274 καὶ πρῶτος Ἡρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ· σῶφρον γὰρ ἔδοξεν αὐτῷ Ῥωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρʼ αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων.
275 ἐπιπράσκοντο δʼ αὔτανδροι οἱ τῶν ἄλλων πόλεων ἐπιμεληταί, καὶ τέσσαρας πόλεις ἐξηνδραπόδισε τότε Κάσσιος, ὧν ἦσαν αἱ δυνατώταται Γόφνα τε καὶ Ἀμμαοῦς, πρὸς ταύταις δὲ Λύδδα καὶ Θάμνα.
276 ἐπεξῆλθε δʼ ἂν ὑπʼ ὀργῆς Κάσσιος ὥστε καὶ Μάλιχον ἀνελεῖν, ὥρμητο γὰρ ἐπʼ αὐτόν, εἰ μὴ Ὑρκανὸς διʼ Ἀντιπάτρου ἑκατὸν τάλαντα ἐκ τῶν ἰδίων αὐτῷ πέμψας ἐπέσχε τῆς ὁρμῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi