Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

arg ὡς Ἡρώδης φεύγων ἐκεῖθεν εἰς τὴν Ἰταλίαν παραγενόμενος εἰς τὴν Ῥώμην καὶ δεηθεὶς Ἀντωνίου χρήματα πολλὰ ὑποσχόμενος ἀπεδείχθη ὑπό τε τῆς συγκλήτου καὶ Καίσαρος βασιλεὺς τῆς Ἰουδαίας.
arg ἔκπλους Ἡρώδου μετὰ ταῦτα ἀπὸ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ μάχη πρὸς Ἀντίγονον στρατιᾶς αὐτῷ Ῥωμαϊκῆς ἑπομένης καὶ ἡγεμόνος Σίλωνος.
arg ὡς Σίλωνος Ἱεροσόλυμα πολιορκήσαντος ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντίγονος διεφθάρη.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
1 Τῶν δὲ περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν καὶ τὸν θάνατον αὐτῆς ἐν τῇ πρὸ ταύτης ἡμῖν βίβλῳ δεδηλωμένων τὰ τούτοις ἀκόλουθα καὶ προσεχῆ νῦν ἐροῦμεν, οὐκ ἄλλου τινὸς ἢ τοῦ μηδὲν παραλιπεῖν τῶν πραγμάτων ἢ διʼ ἄγνοιαν ἢ διὰ κάματον τῆς μνήμης προμηθούμενοι.
2 τὴν γὰρ ἱστορίαν καὶ τὴν μήνυσιν τῶν ἀγνοουμένων τοῖς πολλοῖς πραγμάτων διὰ τὴν ἀρχαιότητα δεῖ μὲν καὶ τὸ τῆς ἀπαγγελίας κάλλος, ὅσον δὴ τοῦτʼ ἔστιν ἔκ τε τῶν ὀνομάτων καὶ τῆς τούτων ἁρμονίας καὶ ὅσα πρὸς τούτοις συμβάλλεται κόσμον τῷ λόγῳ,
3 τοῖς ἀναγνωσομένοις ἔχειν, ὡς ἂν μετὰ χάριτός τινος καὶ ἡδονῆς τὴν ἐμπειρίαν παραλαμβάνοιεν, πάντων δὲ μᾶλλον τῆς ἀκριβείας τοὺς συγγραφεῖς στοχάζεσθαι μηδὲν τοῦ τἀληθῆ λέγειν τοῖς περὶ ὧν οὐκ ἴσασιν αὐτοὶ πιστεύειν αὐτοῖς μέλλουσιν προτιμῶντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi