Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

230 Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαίους τοὺς ἐν τῇ Ἀσίᾳ Λεύκιος Λέντλος ὁ ὕπατος ἐμοῦ ἐντυχόντος ἀπέλυσεν τῆς στρατείας. αἰτησάμενος δὲ μετὰ ταῦτα καὶ παρὰ Φαννίου τοῦ ἀντιστρατήγου καὶ παρὰ Λευκίου Ἀντωνίου τοῦ ἀντιταμίου ἐπέτυχον ὑμᾶς τε βούλομαι φροντίσαι, ἵνα μή τις αὐτοῖς διενοχλῇ.
231 Ψήφισμα Δηλίων. ἐπʼ ἄρχοντος Βοιωτοῦ μηνὸς Θαργηλιῶνος εἰκοστῇ χρηματισμὸς στρατηγῶν. Μᾶρκος Πείσων πρεσβευτὴς ἐνδημῶν ἐν τῇ πόλει ἡμῶν ὁ καὶ τεταγμένος ἐπὶ τῆς στρατολογίας προσκαλεσάμενος ἡμᾶς καὶ ἱκανοὺς τῶν πολιτῶν προσέταξεν,
232 ἵνα εἴ τινές εἰσιν Ἰουδαῖοι πολῖται Ῥωμαίων τούτοις μηδεὶς ἐνοχλῇ περὶ στρατείας, διὰ τὸ τὸν ὕπατον Λούκιον Κορνήλιον Λέντλον δεισιδαιμονίας ἕνεκα ἀπολελυκέναι τοὺς Ἰουδαίους τῆς στρατείας. διὸ πείθεσθαι ἡμᾶς δεῖ τῷ στρατηγῷ. ὅμοια δὲ τούτοις καὶ Σαρδιανοὶ περὶ ἡμῶν ἐψηφίσαντο.
233 Γάιος Φάννιος Γαΐου υἱὸς στρατηγὸς ὕπατος Κῴων ἄρχουσι χαίρειν. βούλομαι ὑμᾶς εἰδέναι, ὅτι πρέσβεις Ἰουδαίων μοι προσῆλθον ἀξιοῦντες λαβεῖν τὰ συγκλήτου δόγματα τὰ περὶ αὐτῶν γεγονότα. ὑποτέτακται δὲ τὰ δεδογμένα. ὑμᾶς οὖν θέλω φροντίσαι καὶ προνοῆσαι τῶν ἀνθρώπων κατὰ τὸ τῆς συγκλήτου δόγμα, ὅπως διὰ τῆς ὑμετέρας χώρας εἰς τὴν οἰκείαν ἀσφαλῶς ἀνακομισθῶσιν.
234 Λεύκιος Λέντλος ὕπατος λέγει· πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινές μοι ἱερὰ ἔχειν καὶ ποιεῖν Ἰουδαϊκὰ ἐν Ἐφέσῳ ἐδόκουν, δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. τοῦτο ἐγένετο πρὸ δώδεκα καλανδῶν Κουιντιλίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi