Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

185 Καῖσαρ δʼ ἐλθὼν εἰς Ῥώμην ἕτοιμος ἦν πλεῖν ἐπʼ Ἀφρικῆς πολεμήσων Σκιπίωνι καὶ Κάτωνι, πέμψας δʼ Ὑρκανὸς πρὸς αὐτὸν παρεκάλει βεβαιώσασθαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν.
186 ἔδοξεν δʼ ἀναγκαῖον εἶναί μοι πάσας ἐκθέσθαι τὰς γεγενημένας Ῥωμαίοις καὶ τοῖς αὐτοκράτορσιν αὐτῶν τιμὰς καὶ συμμαχίας πρὸς τὸ ἔθνος ἡμῶν, ἵνα μὴ λανθάνῃ τοὺς ἄλλους ἅπαντας, ὅτι καὶ οἱ τῆς Ἀσίας καὶ οἱ τῆς Εὐρώπης βασιλεῖς διὰ σπουδῆς ἔσχον ἡμᾶς τήν τε ἀνδρείαν ἡμῶν καὶ τὴν πίστιν ἀγαπήσαντες.
187 ἐπεὶ δὲ πολλοὶ διὰ τὴν πρὸς ἡμᾶς δυσμένειαν ἀπιστοῦσι τοῖς ὑπὸ Περσῶν καὶ Μακεδόνων ἀναγεγραμμένοις περὶ ἡμῶν τῷ μηκέτʼ αὐτὰ πανταχοῦ μηδʼ ἐν τοῖς δημοσίοις ἀποκεῖσθαι τόποις, ἀλλὰ παρʼ ἡμῖν τε αὐτοῖς καί τισιν ἄλλοις τῶν βαρβάρων,
188 πρὸς δὲ τὰ ὑπὸ Ῥωμαίων δόγματα οὐκ ἔστιν ἀντειπεῖν· ἔν τε γὰρ δημοσίοις ἀνάκειται τόποις τῶν πόλεων καὶ ἔτι νῦν ἐν τῷ Καπετωλίῳ χαλκαῖς στήλαις ἐγγέγραπται, οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ Ἰούλιος τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις ποιήσας χαλκῆν στήλην ἐδήλωσεν, ὅτι Ἀλεξανδρέων πολῖταί εἰσιν, ἐκ τούτων ποιήσομαι καὶ τὴν ἀπόδειξιν.
189 παραθήσομαι δὲ τὰ γενόμενα ὑπό τε τῆς συγκλήτου δόγματα καὶ Ἰουλίου Καίσαρος πρός τε Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν.
190 Γάιος Ἰούλιος Καῖσαρ αὐτοκράτωρ καὶ ἀρχιερεὺς δικτάτωρ τὸ δεύτερον Σιδωνίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, κἀγὼ δὲ ἔρρωμαι σὺν τῷ στρατοπέδῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi