Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

arg ὅτι Καῖσαρ λύσας Ἀριστόβουλον οἷός τε ἦν πέμψαι μετὰ δύο ταγμάτων εἰς Ἰουδαίαν, ἔφθη δ' ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων διαφθαρεὶς Ἀριστόβουλος φαρμάκῳ.
arg Καίσαρος ἐπ' Αἰγύπτου στρατεία, καὶ ὡς συνεμάχησαν αὐτῷ Ὑρκανός τε καὶ Ἀντίπατρος καὶ τοὺς Ἰουδαίους αὐτῷ συμμάχους ἐποίησαν.
arg Ἀντιπάτρου προθύμως ἀγωνισαμένου κατὰ τὴν μάχην ἀριστεία καὶ διὰ τοῦτο φιλία πρὸς Καίσαρα, καὶ ὡς Ὑρκανὸν Καῖσαρ ἐπὶ τῇ νίκῃ χαίρων ἐτίμησεν μεγάλως ἐπιτρέψας αὐτῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη.
arg ὡς Ἀντιπάτρῳ τὴν τῆς Ἰουδαίας ἐπιτροπὴν ἐνεχείρισεν.
arg Καίσαρος ἐπιστολαὶ καὶ δόγματα συγκλήτου περὶ τῆς πρὸς Ἰουδαίους φιλίας.
arg ὅτι Ἀντίπατρος τοῖς παισὶν Ἡρώδῃ μὲν τὴν τῆς Γαλιλαίας πρόνοιαν Φασαήλῳ δ' ἐπέτρεψεν τὴν Ἱεροσολύμων.
arg ὡς Καῖσαρ Σέξστος δωροδοκηθεὶς ὑφ' Ἡρώδου ἡγεμόνος ὄντος ἐν Συρίᾳ μέγαν καὶ ἔνδοξον ἐποίησεν Ἡρώδην καταστήσας ἄρχοντα τῆς κοίλης Συρίας.
arg ὡς Κάσσιος Καίσαρος ἀποθανόντος εἰς τὴν Ἰουδαίαν ἀναβὰς τήν τε χώραν ἐκάκωσεν καὶ τάλαντα ὀκτακόσια παρ' αὐτῶν εἰσεπράξατο, πῶς τε Ἡρώδης ἐκ τῆς εἰσπράξεως τῶν χρημάτων σπουδαῖος ἔδοξεν Κασσίῳ.
arg Μαλίχου τελευτὴ τοῦ πρὸς Ἡρώδην στασιάσαντος Κασσίου κελεύσαντος.
arg θάνατος τῶν ἀπὸ τῆς Ἰουδαίας πρεσβευτῶν ὑπὸ Ἀντωνίου μετὰ τὴν ἐν Μακεδονίᾳ νίκην ἐν Συρίᾳ γενομένου καὶ ἀγανακτήσαντος ἐπὶ τῷ Ἡρώδου κατηγορῆσαι. ταῦτα δ' ἔπραξεν χρήμασι πείσαντος αὐτὸν τοῦ Ἡρώδου.
arg στρατεία Πάρθων εἰς Συρίαν, καθ' ἣν τὸν Ἀριστοβούλου υἱὸν Ἀντίγονον εἰς τὴν βασιλείαν κατήγαγον.
arg ὡς Ὑρκανὸν καὶ Φασάηλον τὸν ἀδελφὸν Ἡρώδου αἰχμαλώτους ἔλαβον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi