Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

 
ἐπέκειτο δʼ ὁ βασιλεὺς ἀναιρῶν καὶ τὰ διηρπασμένα, πολλὰ δʼ ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει.
 
καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς εἰς τὸ πεδίον ἐκβολῆς ἦσαν, καὶ τούτοις προσμίξας αὐτὸς μετὰ στίφους καρτεροῦ τρέπεται καὶ πολλοὺς αὐτῶν ἀποκτείνας ἀδεᾶ τοῖς ἑπομένοις ὁδὸν παρεῖχεν· οἱ δὲ σωτῆρα καὶ προστάτην αὐτὸν ἐκάλουν.
 
Ἐπεὶ δὲ πλησίον τῶν Σαμοσάτων γεγόνει, πέμπει τὸ στράτευμα ὑπαντησόμενον Ἀντώνιος σὺν τῷ οἰκείῳ κόσμῳ τιμὴν Ἡρώδῃ ταύτην ἀπονέμων καὶ ἐπικουρίας ἕνεκα· τὴν γὰρ τῶν βαρβάρων ἀκηκόει κατʼ αὐτῶν ἐπίθεσιν.
 
καὶ δὴ παρόντα τε εἶδεν ἀσμένως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ πεπραγμένα μαθὼν ἐδεξιοῦτο καὶ τῆς ἀρετῆς ἐθαύμαζεν, αὐτός τε περιλαβὼν αὐτὸν Ἀντώνιος ὡς εἶδεν ἠσπάζετο προυτίμα τε νεωστὶ βασιλέα ἀποδείξας.
 
Ἀντιόχου δὲ μετʼ οὐ πολὺ τὸ ἔρυμα παραδόντος καὶ διὰ τοῦτο παυσαμένου τοῦ πολέμου Σοσσίῳ μὲν Ἀντώνιος παραδίδωσιν παρακελευσάμενος δὲ Ἡρώδῃ συμμαχεῖν αὐτὸς ἐπʼ Αἰγύπτου ἐχώρει. καὶ Σόσσιος μὲν δύο τάγματα ἐπικουρικὰ Ἡρώδῃ προύπεμψεν εἰς τὴν Ἰουδαίαν, αὐτὸς δὲ μετὰ τοῦ πλείονος στρατοῦ ἠκολούθει.
 
Ἔτυχεν δʼ ἤδη κατὰ τὴν Ἰουδαίαν τεθνεὼς Ἰώσηπος τρόπῳ τοιούτῳ· λήθην μὲν ὧν αὐτῷ παρήγγειλεν ὁ ἀδελφὸς πρὸς Ἀντώνιον ἀπερχόμενος λαμβάνει, στρατοπεδευσάμενος δὲ ἀνὰ τὰ ὄρη, πέντε γὰρ αὐτῷ σπείρας Μαχαιρᾶ δόντος ἐπὶ Ἱεριχοῦντος ἠπείγετο βουλόμενος ἐκθερίσαι τὸν σῖτον αὐτῶν,
 
καὶ νεοσυλλέκτου τοῦ Ῥωμαίων στρατεύματος ὄντος, καὶ πολέμων ἀπείρως ἔχοντος καὶ γὰρ πολὺ ἐκ Συρίας ἦν τὸ κατειλεγμένον, ἐπιθεμένων αὐτόθι τῶν πολεμίων, ἀποληφθεὶς ἐν δυσχωρίαις αὐτός τε ἀποθνήσκει γενναίως μαχόμενος καὶ τὸ στράτευμα πᾶν ἀπέβαλεν· ἓξ γὰρ σπεῖραι διεφθάρησαν.
 
κρατήσας δὲ τῶν νεκρῶν Ἀντίγονος ἀποτέμνει τὴν Ἰωσήπου κεφαλὴν πεντήκοντα ταλάντων αὐτὴν ῥυομένου Φερώρα τἀδελφοῦ. καὶ μετὰ τοῦτο ἀποστάντες Γαλιλαῖοι τῶν παρὰ σφίσι δυνατῶν τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας πολλὰ ἐνεωτερίσθη. Μαχαιρᾶς δὲ χωρίον Ηττον ἐξωχύρου.
 
Παρῆσαν δʼ ἄγγελοι τῶν πεπραγμένων πρὸς τὸν βασιλέα καὶ ἐν Δάφνῃ τῆς Ἀντιοχείας ἐδήλωσαν αὐτῷ τὴν κατὰ τὸν ἀδελφὸν τύχην, προσδεχομένῳ μέντοι καὶ αὐτῷ διά τινας ὀνείρων ὄψεις τρανῶς προφαινούσας τὸν τοῦ ἀδελφοῦ θάνατον.
 
ἐπειχθεὶς οὖν κατὰ τὴν πορείαν ὡς κατὰ Λίβανον τὸ ὄρος γίνεται, ὀκτακοσίους μὲν τῶν αὐτόθι προσλαμβάνει, ἔχων δὲ καὶ Ῥωμαϊκὸν ἓν τάγμα εἰς Πτολεμαΐδα παραγίνεται, κἀκεῖθεν νυκτὸς ἀναστὰς μετὰ τοῦ στρατοῦ προῄει διὰ τῆς Γαλιλαίας.
 
ὑπήντων δʼ οἱ πολέμιοι καὶ κρατηθέντες τῇ μάχῃ κατεκλείσθησαν εἰς χωρίον, ὅθεν ἦσαν ὡρμηκότες τῇ προτεραίᾳ· προσβολὰς δὴ τοὐντεῦθεν ἕωθεν ἐποιεῖτο, καὶ πολλοῦ χειμῶνος καταρραγέντος οὐδὲν ποιεῖν δυνάμενος ἀπάγει τὴν στρατιὰν εἰς τὰς πλησίον κώμας. ἐλθόντος δʼ αὐτῷ παρʼ Ἀντωνίου καὶ δευτέρου τάγματος οἱ τὸ χωρίον ἔχοντες φοβηθέντες νυκτὸς ἐξέλιπον αὐτό.
 
καὶ ὁ βασιλεὺς ἔσπευδεν ἐπὶ Ἱεριχοῦντος τιμωρήσασθαι κατὰ νοῦν ἔχων αὐτοὺς ὑπὲρ τἀδελφοῦ. ἐπεὶ δὲ κατέζευξεν, εἱστία μὲν τοὺς ἐν τέλει, μετὰ δὲ τὴν συνουσίαν παρῆλθεν εἰς τὸ δωμάτιον ἀπολύσας τοὺς παρόντας.
 
ἐνταῦθα ἴδοι τις ἂν τοῦ βασιλέως τὴν ἐκ τοῦ θεοῦ εὔνοιαν· πίπτει μὲν γὰρ ἡ στέγη τοῦ οἰκήματος, οὐδένα δὲ ἀπολαβοῦσα διέφθειρεν, ὥστε πάντας πιστεῦσαι τὸν Ἡρώδην εἶναι θεοφιλῆ, μέγαν οὕτω καὶ παράδοξον διαφυγόντα κίνδυνον.
 
Τῇ δʼ ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπʼ ἄκρων κατιόντες τῶν ὀρῶν εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν λαπάραν ἔβαλεν.
 
Ἀντίγονος δʼ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. ἀλλʼ ὁ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο· Ἡρώδης δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον·
 
ἐστρατοπεδεύσατο δʼ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων.
 
πεπληρωμένων δὲ τῶν οἰκήσεων ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων.
 
τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπʼ ἀλλήλοις ἀνῄρουν· καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπʼ ἀλλήλοις κειμένων.
 
τοῦτο τὸ ἔργον μάλιστα τὰ φρονήματα τῶν πολεμίων ἔκλασεν καραδοκούντων τὸ μέλλον· ἑωρῶντο γὰρ παμπληθεῖς πόρρωθεν συγγενόμενοι περὶ τὴν κώμην· οἳ τότε ἔφευγον, καὶ εἰ μὴ χειμὼν ἐπέσχεν βαθύς, ἧκεν ἂν καὶ ἐπὶ Ἱεροσόλυμα ἡ βασιλέως στρατιὰ θαρροῦσα τῷ νενικηκέναι, καὶ τὸ πᾶν ἦν ἂν εἰργασμένη· καὶ γὰρ Ἀντίγονος ἤδη τὴν παντελῆ φυγὴν ἐσκόπει καὶ ἀπανάστασιν ἐκ τῆς πόλεως.
 
Τότε μὲν οὖν ὁ βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν. ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν·
 
γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου ἐν τῷ ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ φόβον μεταξὺ λουομένου ὁ πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες τὸν βασιλέα ὑπʼ ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν διεκπεσεῖν.
 
τῇ δʼ ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ, ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθʼ ὧν ὁ ἀδελφὸς αὐτοῦ πάθοι· οὗτος γὰρ ἦν αὐτόχειρ ἐκείνου γεγενημένος.
 
Λήξαντος δὲ τοῦ χειμῶνος ἄρας ἐκεῖθεν ἐγγὺς τῶν Ἱεροσολύμων ἔρχεται καὶ πλησίον στρατοπεδεύεται τῆς πόλεως· τρίτον δὲ ἔτος τοῦτο ἦν αὐτῷ ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀποδέδεικτο.
 
ἀναστρατοπεδευσάμενος δὲ καὶ πλησίον ἐλθὼν τοῦ τείχους κατὰ τὸ ἐπιμαχώτατον πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται προσβαλεῖν διεγνωκώς, ὡς καὶ πρότερόν ποτε Πομπήιος. τρισὶν δὲ διαλαβὼν χώμασιν τὸν τόπον πύργους ἀνίστα πολλῇ τε χειρὶ πρὸς τὸ ἔργον χρώμενος καὶ τέμνων τὴν πέριξ ὕλην.
 
παρακαταστήσας δὲ τοῖς ἔργοις τοὺς ἐπιτηδείους, ἱδρυμένης ἔτι τῆς στρατιᾶς αὐτὸς εἰς Σαμάρειαν ἐπὶ τὸν γάμον ᾤχετο ἀξόμενος τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα· ταύτην γὰρ ἦν ἐγγεγυημένος, ὥς μοι καὶ πρότερον εἴρηται.
 
Μετὰ δὲ τοὺς γάμους ἦλθεν μὲν διὰ Φοινίκης Σόσσιος προεκπέμψας τὴν δύναμιν διὰ τῆς μεσογαίας, ἦλθεν δὲ καὶ ὁ στρατὸς πλῆθος ἱππέων τε καὶ πεζῶν, παρεγένετο δὲ καὶ ὁ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος οὐκ ὀλίγον πρὸς τῷ πάλαι στρατὸν ἄγων·
 
περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δʼ ἐπὶ τὸ Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως στρατιᾶς ἕνδεκα μὲν οὖσα τέλη ὁπλιτικοῦ, ἓξ δὲ χιλιάδες ἱππέων, ἄλλα δὲ ἐπικουρικὰ ἀπὸ τῆς Συρίας, δύο δʼ ἡγεμόνες, Σόσσιος μὲν ὑπʼ Ἀντωνίου σταλεὶς σύμμαχος, Ἡρώδης δʼ ὑπὲρ αὐτοῦ, ὡς Ἀντίγονον ἀφελόμενος τὴν ἀρχὴν ἀποδειχθέντα ἐν Ῥώμῃ πολέμιον αὐτὸς ἀντʼ ἐκείνου βασιλεὺς εἴη κατὰ τὸ τῆς συγκλήτου δόγμα.
 
Μετὰ δὲ πολλῆς προθυμίας καὶ ἔριδος ἅτε σύμπαντος ἠθροισμένου τοῦ πλήθους οἱ Ἰουδαῖοι τοῖς περὶ τὸν Ἡρώδην ἀντεπολέμουν κατειληθέντες ἐντὸς τοῦ τείχους, πολλά τε ἐπεφήμιζον περὶ τὸ ἱερὸν καὶ πολλὰ ἐπʼ εὐφημίᾳ τοῦ δήμου, ὡς ῥυσομένου τῶν κινδύνων αὐτοὺς τοῦ θεοῦ.
 
τά τε ἐκτὸς τῆς πόλεως ἀπεσκευάσαντο, ὡς μηδʼ ὅσα τροφὴ δύναιτο εἶναι ὑπολιπεῖν ἢ ἀνθρώποις ἢ ὑποζυγίοις, λῃστείαις τε λάθρα χρώμενοι ἀπορίαν παρέσχον.
 
ταῦτα δʼ Ἡρώδης συνιδὼν πρὸς μὲν τὰς λῃστείας ἐν τοῖς ἐπικαιροτάτοις τόποις παρελόχιζεν, πρὸς δὲ τὰ ἐπιτήδεια πέμπων ὁπλιτικὰ τέλη πόρρωθεν ἀγορὰν συνεκόμιζεν, ὡς ὀλίγου χρόνου πολλὴν ἀφθονίαν αὐτοῖς γενέσθαι τῶν ἀναγκαίων.
 
ἦρτο δὲ συνεχῶς ἤδη πολλῆς χειρὸς ἐργαζομένης καὶ τὰ τρία χώματα εὐπετῶς· θέρος τε γὰρ ἦν καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάστασιν οὔτʼ ἀπὸ τοῦ ἀέρος οὔτʼ ἀπὸ τῶν ἐργαζομένων, τά τε μηχανήματα προσάγοντες κατέσειον τὸ τεῖχος καὶ πάσαις ἐχρῶντο πείραις.
 
οὐ μὴν ἐξέπληττον τοὺς ἔνδον, ἀλλὰ ἀντετεχνῶντο κἀκεῖνοι πρὸς τὰ παρὰ τούτων γινόμενα οὐκ ὀλίγα, ἐπεκθέοντές τε τὰ μὲν ἡμίεργα ἐνεπίμπρασαν τὰ δʼ ἐξειργασμένα, εἴς τε χεῖρας ἰόντες οὐδὲν κακίους τὰς τόλμας Ῥωμαίων ἦσαν, ἐπιστήμῃ δʼ ἐλείποντο.
 
πρός τε τὰς μηχανὰς ἀντετείχιζον ἐρειπομένων τῶν πρώτων οἰκοδομημάτων, ὑπὸ γῆν τε ἀπαντῶντες ἐν ταῖς μεταλλεύσεσιν διεμάχοντο, ἀπονοίᾳ δὲ τὸ πλέον ἢ προμηθείᾳ χρώμενοι προσελιπάρουν τῷ πολέμῳ εἰς τοὔσχατον, καὶ ταῦτα μεγάλου στρατοῦ περικαθημένου σφᾶς καὶ λιμῷ ταλαιπωρούμενοι καὶ σπάνει τῶν ἐπιτηδείων· τὸν γὰρ ἑβδοματικὸν ἐνιαυτὸν συνέβη κατὰ ταῦτʼ εἶναι.
 
ἀναβαίνουσιν δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσι, ἔπειτα δὲ ἑκατόνταρχοι Σοσσίου· ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα· καί τινες τῶν περὶ τὸ ἱερὸν ἐνεπρήσθησαν στοῶν, ἃς Ἡρώδης Ἀντίγονον ἐμπρῆσαι διέβαλεν, μῖσος αὐτῷ πραγματευόμενος παρὰ τῶν Ἰουδαίων γενέσθαι.
 
ᾑρημένου δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως εἰς τὸ ἔσωθεν ἱερὸν καὶ τὴν ἄνω πόλιν οἱ Ἰουδαῖοι συνέφυγον, δείσαντες δὲ μὴ διακωλύσωσιν αὐτοὺς οἱ Ῥωμαῖοι τὰς καθημερινὰς θυσίας ἐπιτελεῖν τῷ θεῷ, πρεσβεύονται ἐπιτρέψαι παρακαλοῦντες θύματα αὐτοῖς μόνον εἰσκομίζεσθαι· ὁ δʼ ὡς ἐνδωσόντων αὐτῶν συνεχώρει ταῦτα.
 
καὶ ἐπεὶ μηδὲν ἑώρα γινόμενον παρʼ αὐτῶν ὧν ὑπενόει, ἀλλὰ ἰσχυρῶς ἀντέχοντας ὑπὲρ τῆς Ἀντιγόνου βασιλείας, προσβαλὼν κατὰ κράτος εἷλεν τὴν πόλιν.
 
καὶ πάντα εὐθὺς φόνων ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπεῖν σπεύδοντος ἀντίπαλον.
 
ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες, ἦν τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν φειδώ, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλʼ ὥσπερ μεμηνότες πᾶσαν ἡλικίαν ἐπεξῄεσαν.
 
ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε τύχης ἔννοιαν λαβὼν κάτεισι μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου ποσίν, κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεκρότησεν μὲν ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν, οὐ μὴν ὡς γυναῖκά γε φρουρᾶς ἐλεύθερον ἀφῆκεν, ἀλλʼ ὁ μὲν δεθεὶς ἐφυλάττετο.
 
Πρόνοια δʼ ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τοῦ κρατῆσαι καὶ τῶν ἀλλοφύλων συμμάχων· ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέᾳ τοῦ τε ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi