Kitap 14
37
Μετʼ οὐ πολὺ δὲ ἧκον πάλιν πρέσβεις πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, Νικόδημος δὲ ὑπὲρ Ἀριστοβούλου, ὃς δὴ καὶ κατηγόρει τῶν λαβόντων χρήματα Γαβινίου μὲν πρότερον Σκαύρου δὲ ὕστερον, τοῦ μὲν τριακόσια τοῦ δὲ τετρακόσια τάλαντα, πρὸς τοῖς ἄλλοις καὶ τούτους ἐχθροὺς αὐτῷ κατασκευάζων.
38
κελεύσας δὲ ἥκειν τοὺς διαμφισβητοῦντας ἐνισταμένου τοῦ ἔαρος ἀναλαβὼν τὴν δύναμιν ἐκ τῶν χειμαδίων ὥρμησεν ἐπὶ τῆς Δαμασκηνῆς. καὶ τήν τε ἄκραν ἐν παρόδῳ τὴν ἐν Ἀπαμείᾳ κατέσκαψεν, ἣν ὁ Κυζικηνὸς ἐτείχισεν Ἀντίοχος,
39
καὶ τὴν Πτολεμαίου τοῦ Μενναίου χώραν κατενόησεν, ἀνδρὸς πονηροῦ καὶ οὐδὲν ἐλάσσονος Διονυσίου τοῦ Τριπολίτου τοῦ πελεκισθέντος, ᾧπερ καὶ κηδεύων ἐτύγχανεν, χιλίοις μέντοι ταλάντοις ἐξωνησαμένου τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν, οἷς Πομπήιος τοὺς στρατιώτας ἐμισθοδότησεν.
40
ἐξεῖλεν δὲ καὶ Λυσιάδα χωρίον, οὗ τύραννος ἦν Σίλας ὁ Ἰουδαῖος. διελθὼν δὲ τὰς πόλεις τήν τε Ἡλιούπολιν καὶ τὴν Χαλκίδα καὶ τὸ διεῖργον ὄρος ὑπερβαλὼν τὴν κοίλην προσαγορευομένην Συρίαν ἀπὸ τῆς ἄλλης εἰς Δαμασκὸν ἧκεν.
41
ἔνθα δὴ καὶ τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς καὶ Ἀριστόβουλος καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι· πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρʼ αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως καὶ δοῦλον γένοιτο.