Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 14

31 καὶ γὰρ εὔπορος χρημάτων καὶ μεγαλόψυχος ἦν καὶ μετριωτέρων ἠξίου τυγχάνειν, ὁ δὲ πένης ἦν καὶ γλίσχρος καὶ περὶ μειζόνων τὴν ἄπιστον προύτεινεν ἐπαγγελίαν. οὐ γὰρ ἴσον ἦν βίᾳ πόλιν ἑλεῖν ἐν ταῖς μάλιστα ὀχυρὰν καὶ δυνατήν, ἢ φυγάδας ἐκβαλεῖν μετὰ τοῦ Ναβαταίων πλήθους οὐκ εὖ πρὸς πόλεμον διακειμένων.
32 τούτῳ τοίνυν προσθέμενος διὰ τὰς προειρημένας αἰτίας λαβὼν τὰ χρήματα λύει τὴν πολιορκίαν, κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν ἢ πολέμιον αὐτὸν Ῥωμαίων ἀποδειχθήσεσθαι.
33 καὶ Σκαῦρος μὲν εἰς Δαμασκὸν πάλιν ἀνεχώρησεν, Ἀριστόβουλος δὲ μετὰ πολλῆς δυνάμεως ἐπί τε Ἀρέταν καὶ Ὑρκανὸν ἐστράτευσεν καὶ συμβαλὼν αὐτοῖς περὶ τὸν καλούμενον Παπυρῶνα νικᾷ τῇ μάχῃ καὶ κτείνει περὶ ἑξακισχιλίους τῶν πολεμίων, μεθʼ ὧν ἔπεσεν καὶ Φαλλίων ὁ Ἀντιπάτρου ἀδελφός.
34 Μετʼ οὐ πολὺ δὲ Πομπηίου εἰς Δαμασκὸν ἀφικομένου καὶ κοίλην Συρίαν ἐπιόντος ἧκον παρʼ αὐτὸν πρέσβεις ἐξ ὅλης Συρίας καὶ Αἰγύπτου καὶ ἐκ τῆς Ἰουδαίας· ἔπεμψε γὰρ αὐτῷ μέγα δῶρον Ἀριστόβουλος ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων.
35 μέμνηται δὲ τοῦ δώρου καὶ Στράβων ὁ Καππάδοξ λέγων οὕτως· ἦλθεν δὲ καὶ ἐξ Αἰγύπτου πρεσβεία καὶ στέφανος ἀπὸ χρυσῶν τετρακισχιλίων καὶ ἐκ τῆς Ἰουδαίας εἴτε ἄμπελος εἴτε κῆπος· τερπωλὴν ὠνόμαζον τὸ δημιούργημα.
36 τοῦτο μέντοι τὸ δῶρον ἱστορήκαμεν καὶ ἡμεῖς ἀνακείμενον ἐν Ῥώμῃ ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Καπετωλίου ἐπιγραφὴν ἔχον Ἀλεξάνδρου τοῦ τῶν Ἰουδαίων βασιλέως. ἐτιμήθη δὲ εἶναι πεντακοσίων ταλάντων Ἀριστόβουλον μὲν οὖν τοῦτο λέγεται πέμψαι τὸν Ἰουδαίων δυνάστην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi